Venetus A (Marciana 454 = 822), folio 51, recto

previousnext
msA 50vmsA 51v

Iliad text (18 lines)


Iliad 3.452: δεῖξαι Ἀλέξανδρον τότ’ ἀρηϊφίλῳ Μενελάῳ :


Iliad 3.453: οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον εἴ τις ἴ̈δοιτο:

Commented on by msA 3.662


Iliad 3.454: ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ:


Iliad 3.455: τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 3.456: κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι:


Iliad 3.457: νίκη μὲν δὴ φαίνετ’ ἀρηϊφίλου Μενελάου :

Commented on by msA 3.665


Iliad 3.458: ὑμεῖς δ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ


Iliad 3.459: ἔκδοτε: καὶ τιμὴν ἀποτινέμεν ἥν τιν’ ἔοικεν:

Commented on by msA 3.668


Iliad 3.460: ἥ τε καὶ ἐσσομένοισι μετ’ ἀνθρώποισι πέληται:

Commented on by msAim 3.780


Iliad 3.461: ὡς έφατ’ Ἀτρείδης . ἐπι δ’ ᾔνεον ἄλλοι Ἀχαιοί ⁑


Iliad 4.1: Οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἠγορόωντο


Iliad 4.2: χρυσέῳ ἐν δαπέδῳ: μετα δέ σφισι πότνια Ἥβη

Commented on by msA 4.4, msA 4.8, msA 4.5, msA 4.9, msA 4.786, msA 4.787


Iliad 4.3: νέκταρ ἐῳνοχόει: τοι δὲ χρυσέοις δεπάεσσι

Commented on by msA 4.785, msA 4.10


Iliad 4.4: δειδέχατ’ ἀλλήλους. Τρώων πόλιν εἰσορόωντες:


Iliad 4.5: αὐτίκ’ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην


Iliad 4.6: κερτομίοις ἐπέεσσι: παραβλήδην ἀγορεύων:


Iliad 4.7: δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων:

Commented on by msAim 4.788


Iliad 4.8: Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη :


Other texts (11 passages)


Scholia group: msA

msA 3.668: ἀποτινέμεν ὅτι Ζηνόδ ἀποτίνετο συγχεῖτδὲ τὸ δυϊκὸν σχῆμα ἐπι πλειόνων τιθέμενον: καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτ ἀντι τοῦ προστακτι χρῆται Ὅμηρος ἀποτινέμεν ἀντι τοῦ ἀποτίνεται ⁑

Comments on 3.459


msA 3.665: νίκη μὲν δὴ φαίνετ ὑπερέβη γὰρ τὸ μετρητόν καὶ καλούμενος ἄπεισι καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν: εἰ δέ κ᾽ Ἀλέξανδρον κτείνει : Ἀχαιοὶ Ἀχαιοὶ δὲ τὴν Ἕκτορος ὁππότερος δε κε νικήσῃ καὶ γίνετ ἡ στασις ῥητὸν καὶ διάνοια διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου ⁑

Comments on 3.457


Scholia group: msAim

msAim 3.780: ὅτι ἡ μετὰ ἀντι τῆς ἐν ⁑

Comments on 3.460


Scholia group: msA

msA 4.4: χρυσέω ἐν δαπέδῳ: πῶς τὸν οὐνον πολύχαλκον λέγει καὶ πάλιν χρυσοῦν ὡς τὸ χρυσέω ἐν δ’ απέδῳ ἱστέον δὲ ὅτι ὅταν μὲν στερεὸν βούλεται λέγειν. τότε πολύχαλκον φησιν. ὅταν δὲ καλὸν χρυσοῦν

Comments on 4.2


msA 4.785: οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι: ἀλλ αυτοῖς τοῖς ἄγουσι: οὐδέ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον ἕτεροι δὲ αὐτοῖς ⁑

Comments on 4.3


msA 4.5: Δάπεδον: τὸ ομαλὸν χω γηπεδα δὲ τὰ ὲν ταῖς πόλεσι προκεῖμενα ταῖς οἰκείαις οἷον κηπίδια. οἱκόπεδα δὲ οικίας κατ ριφθεισης εἰς έδαφος ⁑

Comments on 4.2


msA 4.9: πότνια Ἤβη ὅτι παρθ ἡ Ἠβη οἰνοχοεῖ γὰρ οὑκ άρα γεγαμηται ὑφ Ηρακλέους ὡς ἐν τοῖς κατ τὴν νεκυίαν ἠθετημένοις. δι ὴν δὲ αιτίαν οὐ πάρεστη Γανυμηδ ὧν οἰνοχόος τοῦ Διὸς . ἔνι μέν φησιν ὅτι τοῦ Διὸς μόνου ὦν διακωνος οὐκ εξην αὐτὸν κοινῶς πασιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλόγως ὅτι κοινῆ πασιν ἐστίν ἔνιοι δὲ φασιν ὅτι σκεψεως πε τῆς Ιλίου πορθήσεως γενομένης εὐοικονομήσω ἀπέστη τοῦ συνεδρίου ἵνα μηδεν ἐναντὶον γένηται δια τὴν πρὸς αυτὸν χάριν ⁑

Comments on 4.2


msA 4.786: διὰ τ δὲ καὶ μόνῳ τῷ Διῒ Γανυμηδ Γανυμήδης ὑπηρετεῖ: ῥητὲον οὖν ὅτι Ἡβη μὲν ἅπασι διακονεῖ ὅτι ἐπεὶ τὸ θειον ἀεὶ νεάζει τὲ καὶ Ἡβᾶ . τουτ γὰρ βοῦλεται αὐτοῖς ἥ τε ἁμβροσιά τις οῦσα καὶ τὸ νέκταρ παρα τὸ νεάζειν γεγενημένον ⁑

Comments on 4.2


msA 4.787: Γανυμηδ δὲ ὑπηρετεῖ μόνῳ τῷ Διῒ ὅτι ὁ μὲν Ζεύς ὁ πρωτὸς ἐστι νοῦς. μόνος δὲ νοῦς. οικεῖον ἔχει τὸ τοῖς μήδεσι γάνυσθαι τουτ γὰρ ὁ Γαννυμηδ ⁑

Comments on 4.2


msA 4.10: Νέκταρ ἐῳνοχ κατ ενῖα τῶν ὑπομνημάτων ἐνωνοχόει φέρεται οἱ δὲ φασὶ τὴν Ζηνοδότεϊον εῖναι τὴν γραφήν: ἐν μέντοι ταῖς ἐκδόσεσι χω τοῦ ν εὕραμεν διαφόρους δὲ δόξας ἐκτίθεται τῇ Προσωδ ὁ Ηρωδιανός ᾗ δὲ ἀρέσκεται αὕτη ἐστίν. ἔθος εστι τῷ ποιητ ἀποβάλλειν πολλάκις τὸ κατ αρχὴν ε ἐπι τῷ ν παρῳχημένων. ἐσθ ὅτε δε καὶ πλεονάζειν πρόδηλοι δὲ αἱ χρῆσεις: στήσα δ’ ἐν Αμνησῶ : σκῆπτρον μέν τοι δῶκε : τὸ γὰρ ἐντελὲς τῷ δ’ ἕτερον μὲν έδωκεν : ουτ οὖν καὶ ἐκ τοῦ εναντίου τὸ μὲν γὰρ ακόλουθον εστι κίνημ ἁπο τοῦ οἴγω ᾦγεν κατ παρατατ : τόν δ’ οὐ θεὸς ἄλλως ἄνωγεν . ἁλλα τὸ κατα πλεονασμὸν τοῦ έ χειλου δ’ ἀπο πόμ’ ἀνέῳγεν καὶ ἀπο τοῦ ἀνδάνω ἥνδανε, ἀλλ οὐκ Ατρειδης Αγαμε ἥνδανε . τὸ δὲ κατ πλεονασμον οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑηνδανε : καὶ παλιν ἔσσατο δ’ έκτοσθεν ειτ ἐν έτεροις ἐέσσατο δέρμα ἀπο δὲ τοῦ ὤθω βαρυτόνου τὸ ῶσα πάρέξ καὶ ὦσε τὸ τριτὸν ὁ εν πλε φησὶ καδ δ ὰρ ἐπι στόμ’ ἔωσεν ουτ οὖν καὶ επι τούτου ἐν έτεροις γαρ φησιν ᾠνοχ δ’ υἱος Μενελα ὅπερ μετα πλεονασμὸν τοῦ ε ἀκολούθως παλιν ἀπεφήνατ νέκταρ ἐῳνοχ ⁑

Comments on 4.3


Scholia group: msAim

msAim 4.788: επι θηλυκοῦ τάσσει αὐτὸ ὁ ποιητ η αρηγών ⁑

Comments on 4.7


previousnext
msA 50vmsA 51v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1