Venetus A (Marciana 454 = 822), folio 50, verso

previousnext
msA 50rmsA 51r

Iliad text (25 lines)


Iliad 3.427: ὄσσε πάλιν κλίνασα: πόσιν δ’ ἠνίπαπε μύθῳ


Iliad 3.428: ἤλυθες ἐκ πολέμου: ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι

Commented on by msA 3.627


Iliad 3.429: ἀνδρὶ δαμεὶς κρατερῷ. ὃς ἐμὸς πρότερος πόσις ῆεν:


Iliad 3.430: ῆ μὲν δὴ πρίν γ’ εὔχε’ ἀρηϊ φίλου Μενελάου


Iliad 3.431: σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι:


Iliad 3.432: ἀλλ ἴ̈θι νῦν προκάλεσσαι ἀρηΐ φιλον Μενέλαον

Commented on by msA 3.632


Iliad 3.433: ἐξαῦτις μαχέσασθαι ἐναντίον: ἀλλά ς’ ἔγωγε


Iliad 3.434: παύσασθαι κέλομαι: μὴ δὲ ξανθῷ Μενελάῳ

Commented on by msA 3.635, msAim 3.777


Iliad 3.435: ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι


Iliad 3.436: ἀφραδέως: μή πως τάχ’ ὑπ’ αὐτοῦ δουρι δαμασθῃς:

Commented on by msAint 3.639


Iliad 3.437: τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε:


Iliad 3.438: μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε:


Iliad 3.439: νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ .


Iliad 3.440: κεῖνον δ’ αῦτις ἐγώ: πάρα γὰρ θεοί εἰσὶ καὶ ἡμῖν:

Commented on by msA 3.645


Iliad 3.441: ἀλλ’ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε:


Iliad 3.442: οὐ γαρ πώ ποτέ μ’ ὧδέ γ’ ἔρως φρένας ἀμφεκάλυψεν.


Iliad 3.443: οὐδ’ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ερατεινῆς

Commented on by msA 3.649


Iliad 3.444: ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι. νέεσσι:


Iliad 3.445: νήσῳ δ’ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ.

Commented on by msA 3.650


Iliad 3.446: ὥς σεο νῦν ἔραμαι: καί με γλυκὺς ΐμερος αἱρεῖ:

Commented on by msA 3.652


Iliad 3.447: ῆ ῥα. καὶ ἄρχε λέχος δὲ κιὼν: ἅμα δ’ εἵπετ’ ἄκοιτις:


Iliad 3.448: τὼ μὲν ὰρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν:

Commented on by msAim 3.779


Iliad 3.449: Ἀτρείδης δ’ ἀν ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς.


Iliad 3.450: εἴ που ἐς ἀθρήσειεν Ἀλέξανδρον θεοειδέα:


Iliad 3.451: ἀλλ’ οὔ τις δύνατο Τρώων κλειτῶν τ’ ἐπικούρων


Other texts (6 passages)


Scholia group: msA

msA 3.650: νήσω δ᾽ ἐν Κραναεῖ ὅτι οὐκ εν Σπαρτ ἐμίγη τῇ Ἑλένη ἵνα μὴ περιφανὴς γένητ καὶ ὅτι ἄδηλον πότερον ὄνομα κύριόν ἐστιν ἀπο τοῦ κρανθῆναι ἐπ αυτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης ἢ ἐπιθετικῶς τὴν τραχεῖαν τινὲς γὰρ τὴν λεγομένην Ἑλένην . πρὸς τῇ Ἀττικῇ εῖναι ἀπο τῆς Ἑλενης ὅτι ταύτη πρώτη ἐπέβη ⁑

Comments on 3.445


msA 3.635: παύσασθ κέλομαι στικτέον ἐπι τὸ κέλομαι τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντι προστακτικῶν πολέμιζε καὶ μάχου ἐὰν δὲ βραχ διαστέλλωμεν ἐπι τὸ κέλομαι ὄντως ἀπαρέμφατα ⁑

Comments on 3.434


msA 3.645: ‡ ‡ ‡ παρα γὰρ θεοὶ εἰσὶ: οξυτονητ τὴν παρὰ προθ κατὰ τὴν ἄρχουσαν ἔστι δὲ οὐκ ἀναστροφη ἀλλα καθ υπερβατὸν κεῖτ διαλελυμ τοῦ πάρεισιν εἰκο τινές φασὶν ὅτι αἱ προθθ ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα φυλάσσουσι τοὺς τόνους κατα ταυρον ἐδηδώς κατα βοῦς ὑπερίονος ἤσθιον. ἀνα δ᾽ ὁπτολίπορθος οδ ἔστη. ἐχρῆν οὖν καὶ τῆς παρὰ ἐνθάδε εἰ προς τὸ ἐπιφερόμενον συντάττεται. φυλάσσεσθ τὸν τόνον προς οῦς πιθανῶς ὑπαντητέον ὅτι εκεῖν μὲν ἅπερ ἐτίθεντο καὶ ἐν τῇ συνθ φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέσεων οἶον κατήσθιον κατεδηδώς: οὐ γάρ τις τῶν προθ τούτων ἐπι τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον τὸ δὲ πάρεισι μετεβίβαζεν ἔνθεν καὶ τὸ κατα διάλυσιν οὕτως ἀναγινώσκομεν ⁑

Comments on 3.440


Scholia group: msAim

msAim 3.777: Αρισταρχος παύεσθ

Comments on 3.434


msAim 3.778: επι τὸ εγὼ βραχ διασταλτ κοινὸν γὰρ ἀπο τοῦ ἐνίκησε το νικήσω ⁑

Comments on 3.439-3.440


msAim 3.779: ὁ μὲν ᾿Απίων κυρίως ϊμᾶσι γὰρ ἐνιτείνοντο αἱ κλιναι ὁ δὲ ᾿ Ιλιόδωρος τοῖς εὐ τετραμμένοις ᾿ Απολλώνιος δὲ ὁ τοῦ Χάριδος δια τὸ κατὰ τὴν ἁρμογὴν τετρεῖσθ ⁑

Comments on 3.448


previousnext
msA 50rmsA 51r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1