Venetus A (Marciana 454 = 822), folio 50, recto

previousnext
msA 49vmsA 50v

Iliad text (25 lines)


Iliad 3.402: εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ανων :

Commented on by msAil 3.774, msAim 3.767


Iliad 3.403: οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος

Commented on by msA 3.594


Iliad 3.404: νικήσας. ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ’ ἀγέσθαι.


Iliad 3.405: τούνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης


Iliad 3.406: ἧσο παρ’ αὐτὸν ἰ̈οῦσα: θεῶν δ’ ἀπόειπε κελεύθους

Commented on by msA 3.598, msAim 3.768


Iliad 3.407: μὴ δ’ έτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον :


Iliad 3.408: ἀλλ’ αἰεὶ περὶ κεῖνον ὀΐζυε: καί ἑ φύλασσε.


Iliad 3.409: εἰσόκε ς’ ἠ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην:


Iliad 3.410: κεῖσε δ’ ἐγὼν οὐκ εἶμι: νεμεσσητὸν δέ κεν εἴη:


Iliad 3.411: κείνου πορσανέουσα λέχος: Τρῳαὶ δέ μ’ ὀπίσσω

Commented on by msAil 3.775


Iliad 3.412: πᾶσαι μωμήσονται: ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ:


Iliad 3.413: τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη :


Iliad 3.414: μή μ’ ἔρεθε σχετλίη μὴ χωσαμένη σε μεθείῳ:

Commented on by msA 3.605, msAim 3.770


Iliad 3.415: τὼς δέ ς’ ἀπεχθήρω. ὡς νῦν ἔκπαγλ’ ἐφίλησα:

Commented on by msAint 3.608


Iliad 3.416: μέσσῳ δ’ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ

Commented on by msA 3.610, msAim 3.771


Iliad 3.417: Τρώων καὶ Δαναῶν : σὺ δέ κεν κακὸν οῖτον ὄληαι:

Commented on by msAil 3.776, msAim 3.772


Iliad 3.418: ὡς έφατ’: ἔδδεισεν δ’ Ἑλένη Διὸς ἐκγεγαυῖα:


Iliad 3.419: βῆ δε κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ

Commented on by msAim 3.773


Iliad 3.420: σιγῇ. πάσας δὲ Τρῳὰς λάθεν: ἦρχε δὲ δαίμων:


Iliad 3.421: Αἱδ’ ὅτ’ Ἀλεξάνδροιο δόμον περικαλλέ’ ΐκοντο:


Iliad 3.422: ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο:


Iliad 3.423: ἡ δ’ εἰς ὑψόροφον θάλαμον κί̆ε δῖα γυναικῶν:

Commented on by msA 3.620


Iliad 3.424: τῇ δ’ άρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη .


Iliad 3.425: ἀντί’ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα:


Iliad 3.426: ἔνθα κάθῐζ’ Ἑλένη κούρη Διὸς αἰγιόχοιο

Commented on by msA 3.625


Other texts (13 passages)


Scholia group: msA

msA 3.594: οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον ἀπ ἄλλης ἀρχῆς τὸ νικήσας ἀσύνδετος γὰρ προστὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι ἐπεὶ τῶν ανταποδοτικῶν ἐστι καὶ ταῦτα οὕνεκα τούνεκα ⁑

Comments on 3.403


msA 3.598: ἧσο παρ αυτῶν ἰοῦσα Ἀρίσταρχος ἀπόεικε διὰ τοῦ κ καὶ χω τοῦ ς κελεύθου : θαυμάσειε δ᾽ ἄν τις ἣ ἑτέρα δια τοῦ π πόθεν παρέδυ οὔτε γὰρ ἐν ταῖς >Ἀρισταρχείοις οὕτε ἐν ἑτέρᾳτῶν γοῦν μετρίων ἐμφερόμ πέφυκεν καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν ἀλλα καὶ εν τοῖς συγγράμμασιν ἅπαξ ἅπαντες οὕτως ἐκτίθενται προσθήσειν μοι δοκῷ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν: τί δὲ εἰς τὰς θεοὺς ὁδοῦ εῖκε καὶ παραχερεῖ μὴ βαδίζουσα εἰς αυτὸυς ⁑

Comments on 3.406


msA 3.605: μη μ έρεθε σχετλίη βραχὺ διασταλτέον: σχετλίη μεθείω ἀπεχθήρω: στικτέον δὲ φίλησα ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν: ἐαν δὲ ὑποτακτι συνεσταλμένον. κακεῖ διαστολὴν θετέον ἵνα κοινὸν ἦ τὸ μὴ ἐπίρρ κατα πάντων μή σε μεθείω μη ἀπεχθήρω ⁑

Comments on 3.414


msA 3.610: έχθεα εν τῇ ετερα τῶν Ἀρισταρχειων αχθεα ἐγέγραπτο τινὲς δὲ ἄλγεα γράφουσιν ⁑

Comments on 3.416


Scholia group: msAil

msAil 3.774: Αρισταρχος μετ τοῦ ϊ καὶ κεῖθι:

Comments on 3.402


msAil 3.775: ἐτοι μάσοῦς

Comments on 3.411


msAil 3.776: θάνατον

Comments on 3.417


Scholia group: msAim

msAim 3.768: Αρισταρχ κελεύθου

Comments on 3.406


msAim 3.769: τὸ εξ ἐστι κεῖσε δ’ εγὼν οὐκ εἶμι κείνου προςανέουσα λέχει ⁑

Comments on 3.410-3.411


msAim 3.770: μετωνυμικῶς αντ τοῦ εαθην ποιήσω καὶ μισηθῆναι ⁑

Comments on 3.414


msAim 3.771: ἐν τῇ ἑτέρα τῶν Αρισταρχ ἄχθεα τινὲς δὲ αλγεα ⁑

Comments on 3.416


msAim 3.772: ὡς πύθηαι μ γαρ Β αo

Comments on 3.417


msAim 3.773: τοῦτο εκ παραλλήλου εἴρηται ⁑

Comments on 3.419


previousnext
msA 49vmsA 50v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1