Venetus A (Marciana 454 = 822), folio 49, verso
previous | next |
---|---|
msA 49r | msA 50r |
Iliad text (25 lines)
Iliad 3.377: τὴν μὲν ἔπειθ’ ἥρως: μετ’ ἐϋκνήμῑδας Ἀχαιοὺς
Iliad 3.378: ῥῖψ’ ἐπιδινήσας: κόμισαν δ’ ἐρίηρες ἑταῖροι:
Iliad 3.379: αὐτὰρ ὃ ἀψ ἐπόρουσε: κατακτάμεναι μενεαίνων:
Iliad 3.380: ἔγχεϊ χαλκείῳ: τον δ’ ἐξήρπαξ’ Ἀφροδίτη
Commented on by msAim 3.762
Iliad 3.381: ῥεῖα μάλ’ ὥς τε θεὸς: ἐκάλυψε δ’ ὰρ ἠέρι πολλῇ:
Iliad 3.382: καδ δ’ εἷς’ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι:
Iliad 3.383: αὐτὴ δ’ αῦθ’ Ἑλένην καλέους’ ΐε: την δ’ ἐκιχανε
Iliad 3.384: πύργῳ ἐφ’ ὑψηλῷ: περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν:
Iliad 3.385: χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα:
Commented on by msAil 3.764, msAil 3.765
Iliad 3.386: γρηῒ δέ μιν εἰκυῖα παλαιγενέϊ προσέειπεν
Iliad 3.387: εἰροκόμῳ: ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ
Commented on by msA 3.563
Iliad 3.388: ἤσκειν εἴρια καλὰ. μάλιστα δέ μιν φιλέεσκε:
Iliad 3.389: τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ’ Ἀφροδίτη :
Iliad 3.390: δεῦρ’ ΐθ’: Ἀλεξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι:
Commented on by msA 3.567
Iliad 3.391: κεῖνος ὅ γ’ ἐν θαλάμῳ καὶ δεινωτοῖσι λέχεσσι
Commented on by msA 3.570, msAil 3.766
Iliad 3.392: κάλλεΐ τε στίλβων καὶ εἵμασιν: οὐδέ κε φαίης
Commented on by msA 3.575
Iliad 3.393: ἀνδρὶ μαχεσσάμενον τόν γ’ ἐλθεῖν: ἀλλὰ χορὸν δε
Commented on by msAim 3.763
Iliad 3.394: ἔρχεσθ’: ἠὲ χοροῖο νέον λήγοντα καθίζειν:
Iliad 3.395: ὡς φάτο: τῇ δ’ ἄρα θυμὸν ἐνι στήθεσσιν ὄρινε:
Commented on by msA 3.579
Iliad 3.396: καί ῥ’ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν:
Iliad 3.397: στήθεά θ’ ἱμερόεντα: καὶ ὄμματα μαρμαίροντα:
Iliad 3.398: θάμβησέν τ’ ὰρ: ἔπειτα ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε:
Iliad 3.399: δαιμονίη. τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν:
Iliad 3.400: ῆ πῄ με προτέρῳ πολίων εὖ ναιομενάων
Commented on by msA 3.585
Iliad 3.401: ἄξεις. ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς:
Commented on by msA 3.590
Other texts (12 passages)
Scholia group: msA
msA 3.563: ‡ ναιεταώσῃ ναίω ναιέτης: καὶ ὡς κυνηγέτης κυνηγετῶ οὕτως ναιετης ναιετῶ ναιετας διαιρέσις ναιετάω καὶ ἔδει μεν ναιεταούσῃ καὶ ἔστιν ὅμοιον τὸ ϊδρῶσαι ἤγον δέ ⁑
Comments on 3.387
msA 3.567: δευρ᾽ ᾿ΐθι: στικτέον μετα τὸ ᾿ΐθι αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον προς τὰ ἑξῆς καὶ κατα τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ ⁑
Comments on 3.390
msA 3.570: δεινωτοῖσι λέχεσσιν ὅτι δεινωτὰ λέχη λέγει ἤτοι δια τὸ τετορνεῦσθαι τοὺς ποδας ἢ δια τὴν ἔντασιν τῶν ϊμάντων πρώτῃ γὰρ ἐχρῶντο τῇ δια τῶν ἱμάντων πλοκη ⁑
Comments on 3.391
msA 3.575: οὐδέ κε φαίῃς ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου ἀντι τοῦ φαίη τίς ἄν ⁑
Comments on 3.392
msA 3.579: ἐνι στήθεσσιν όρινε ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν όρινεν ἐθύμωσεν. ἀλλα τὸ παρώρμησεν: δεξάμενος δέ τις τὸ πρότερον: τοὺς εξῆς ἐνδιασκευάζει: διὸ ἀθετοῦνται ἀπο τοῦ καί ῤ ὡς οὖν ἐνόησεν . ἕως τοῦ ὡς ἔφατ᾽ ἔδδεισεν δ᾽ Ἑλένη στίχ Γ πῶς γὰρ ἡ γραῖα παλαιγενεῖ εἰκασμένη περικαλλέα δειρὴν εἶχεν καὶ ὄμματα μαρμαίροντα : καὶ στήθεα ἡμερόεντα: καὶ βλάσφημα π τὸ πρόσωπον ἐστὶ τὰ λεγόμα εῖσο παρ᾽ αυτὸν ἰοῦσα θεῶν δ᾽ ἀπόειπε κελευθους μηδ έτι σοῖσι πόδεσσιν καὶ εὐτελῆς κατα τὴν διάνοιαν μή μ᾽ ἔρεθε σχετλίη ἐρωμ δὲ αὐτῶν καὶ τῆς συνεπειας γινομένης οὕτως ὣς φάτο τῇ δ᾽ ἄρα θυμὸν ἐνι στήθεσσιν όρινε: βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ πάσας δὲ Τρῳὰς λάθεν ἥρχε δε δαίμων ⁑
Comments on 3.395
msA 3.585: ἦ πῇ με τὸν η σύνδεσμον περισπαστέον τὸν δὲ πῆ ὀξυτονητέον δια τὸ με ἐγκλιτικόν ἐνθάδε γὰρ τὸ πη οὐ πῦσμα ἀλλα αόριστον ⁑
Comments on 3.400
msA 3.590: Μῃονίης Μῃονεις ἑκαλοῦντο οἱ Λυλοὶ τὸ παλαιὸν εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος ὥς φησιν Ἡρῳδιαντος ⁑
Comments on 3.401
Scholia group: msAil
msAil 3.764: στείου
Comments on 3.385
msAil 3.765: ποικίλη
Comments on 3.385
msAil 3.766: στετορνεν μένοισι
Comments on 3.391
Scholia group: msAim
msAim 3.762: ζητειται ποίω ἔγχεϊ ὃ γὰρ εἶχεν ἐξηκοντησεν διὸ ἡ διπλη: λεκτεον οὖν οτι ἐπόρουσεν ἐφῶ ἐξηκόντισεν ἔγκος ἐνεχόμενον τῆ ἀσπίδι καὶ τὼ θώρακι τοῦ ᾿Αλεξάνδρου ἵνα τοῦτου το ἐκσπάσας ἀνελει αὐτον ουτως οὐν ληπτεον τὸ εξῆς ἐπόρ ἔγχεϊ χαλκείω εῖτα χωρις κατακτάμεναι μενεαίνων ⁑
Comments on 3.380
msAim 3.763: διαστολὴ βραχεῖα ἐπι το ελθεῖν κοινὸν γὰρ τὸ οὐδέ κε φαῖνε ⁑
Comments on 3.393
previous | next |
---|---|
msA 49r | msA 50r |