Venetus A (Marciana 454 = 822), folio 49, recto
previous | next |
---|---|
msA 48v | msA 49v |
Iliad text (25 lines)
Iliad 3.352: δῖον Ἀλέξανδρον : καὶ ἐμῇς ὑπο χερσὶ δάμασσον.
Commented on by msA 3.509, msAim 3.755
Iliad 3.353: ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
Commented on by msA 3.513
Iliad 3.354: ξεινοδόκον κακὰ ῥέξαι: ὅ κεν φιλότητα παράσχῃ:
Commented on by msA 3.514, msA 3.753, msA 3.518, msAim 3.756
Iliad 3.355: ῆ ῥα: καὶ ἀμπεπαλὼν προ ἵ̈ει δολιχόσκιον ἔγχος:
Iliad 3.356: καὶ βάλε Πριαμίδαο κατ ἀσπίδα πάντοσε ἴσην:
Iliad 3.357: διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος:
Iliad 3.358: καὶ δια θώρηκος πολυδαιδάλου ἠρήρειστο:
Iliad 3.359: ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
Commented on by msA 3.521
Iliad 3.360: ἔγχος: ὃ δ’ ἐκλίνθη: καὶ ἀλεύατο κῆρα μέλαιναν:
Iliad 3.361: Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
Commented on by msAint 3.754
Iliad 3.362: πλῆξεν ἀνασχόμενος κόρυθος φάλον: ἀμφὶ δ’ ἀρ’ αὐτῷ.
Commented on by msA 3.523, msAim 3.757
Iliad 3.363: τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός:
Commented on by msA 3.527
Iliad 3.364: Ἀτρείδης δ’ ᾤμωξεν ἰ̈δὼν εἰς οὐρανὸν εὐρύν:
Commented on by msA 3.529
Iliad 3.365: Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος:
Commented on by msA 3.531
Iliad 3.366: ῆ τ’ ἐφάμην τί̄σασθαι Ἀλέξανδρον κακότητος:
Commented on by msAint 3.532
Iliad 3.367: νῦν δέ μοι ἐν χείρεσσιν άγη ξίφος: ἐκ δέ μοι ἔγχος
Commented on by msAil 3.759
Iliad 3.368: ῆΐχθη παλάμηφιν ἐτώσιον: οὐδ’ ἔβαλόν μιν.
Commented on by msA 3.535
Iliad 3.369: ῆ: καὶ ἐπαΐξας. κόρυθος λάβεν ἱπποδασείης:
Iliad 3.370: ἕλκε δ’ ἐπιστρέψας μετ’ ἐϋκνήμιδας Ἀχαιούς :
Iliad 3.371: ἄγχε δέ μιν πολύκεστος ἵ̈μὰς ἁπαλὴν ὑπο δειρήν
Commented on by msA 3.541, msA 3.546, msAim 3.758
Iliad 3.372: ὅς οἱ ὑπ’ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης:
Commented on by msAil 3.760
Iliad 3.373: καὶ νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος.
Commented on by msAint 3.545
Iliad 3.374: εἰ μὴ αρ’ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
Iliad 3.375: ἥ οἱ ῥῆξεν ἱ̈μάντα βοὸς ἶ̈φι κταμένοιο:
Commented on by msA 3.549
Iliad 3.376: κεινὴ δὲ τρυφάλεια ἅμ’ ἕσπετο χειρὶ παχείῃ:
Commented on by msAil 3.761
Other texts (20 passages)
Scholia group: msA
msA 3.509: ‡ δῖον Ἀλέξανδρον ἀθετεῖται ὅτι οὐκ αναγκαίως ἐπιλέγεται: καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει: καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν εχθρὸν λέγει: ἐαν δὲ γράφηται δαμῆναι. βραχὺ διαστελοῦμεν ἐπι τὸ Ἀλέξανδρον κοινὸν γὰρ τὸ δὸς: ἐὰν δὲ δάμασσον: δευτέραν ἄνω θετέον ἐπεὶ καὶ καθ εαυτὸ δύναται πλῆρες εἶναι τὸ εξῆς ⁑
Comments on 3.352
msA 3.513: ἐρρίγησεν ἀπο τοῦ ῥιγῶ ῥιγεῖς οὗ παρατατικὸς ἐρρίγουν ὁ μέσος παρακείμενος ερριγα ὃς μεταπλάττετ εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω ⁑
Comments on 3.353
msA 3.514: ξεινοδόκον κακὰ ῥέξαι παροξύνεται δια τὴν ἐνέργειαν: οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μὲν ὅτε ἐνέργειαν
Comments on 3.354
msA 3.753: ὑπισχνεῖται προπαροξύνεσθ δὲ ὅτε πάθος εἰ μὴ κανόνες τινὲς κωλύοιεν οὓς παρατίθεται ὁ Ἡρωδιανος ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος: τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα: τὸ δὲ προπαροξυνόμ τὸν ὑπὸ λίθου βεβλημένον ὡς παρ᾽ Ευριπίδ ἐν Φοίνικι λιθόβολον εῖμα κατειργάσω ⁑
Comments on 3.354
msA 3.518: φιλότητα ἀπελθόντα γὰρ ὡς πρέσβιν εἰς τὸ ῎Αργος τὸν ᾿Αλέξανδ ἐξενοδόχησεν ὁ Μενέλαος ὅθεν καὶ εὔχεται τῷ ξενίῳ Διῒ τῷ ὑπ αυτοῦ καταφρονηθέντι ⁑
Comments on 3.354
msA 3.535: οὐδ᾽ ἐβαλόν μιν ὅτι ᾿Αμμώνιος ἐν τῷ πρὸς ᾿Αθηνοκλέα συγγράμματι ὁμοίως εἶχον οὐδ’ ἐδάμασσα καὶ ἔστι συναιρῶν τοῖς λεγομένοις πρότερον ὑπὸ τοῦ Μενελα δῖον ᾿Αλέξανδρον καὶ ἐμης ὑπο χερσὶ δαμῆναι: ὅτι σαφῶς τὸ οὐδ’ ἔβαλόν μιν σημαίνει ἀντι τοῦ οὐδὲ ἐπάταξα αὐτόν ⁑
Comments on 3.368
msA 3.541: πολύκεστος ὅτι πολύκεστος ὁ πολυκέντητος ἐκ δε τούτου ὁ ποικίλος δηλοῦται δια τας ῥαφάς καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπο τούτου τῆ νῦν τοῦτον ϊμάντα ποικίλον : ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ϊμαντος τὸν κέστον ἐκδεχεται ⁑
Comments on 3.371
msA 3.546: Ἀφροδίτη πάλιν διαστολή προ τούτου ἀνέστραπται γὰρ ἡ περίοδος ὀρθὴ δ᾽ἂν ἐγένετο οὕτως εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε καί νύ κεν εἴρυς έν τε ⁑
Comments on 3.371
msA 3.549: ῗφι κταμένοιο ἰσχυρῶς καὶ μετα βίας ἀναιρεθέντος τοῦτέστι σφαγέντος: τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν ὡς ἂν προδιαφθαρέντα ὑπο τῆς νόσου ⁑
Comments on 3.375
msA 3.531: ὀλοώτερος ἄλλων ἐμοὶ τῷ Μενελάῳ δῆλον ὅτι: ἐνόμισαν γάρ τινὲς δια τούτου βλασφημεῖν τὸν Μενέλαον . ῥητέον οὖν ὅτι οὐ βλασφημεῖ ὁ ἥρως ἀλλὰ νεμεσᾷ: ἀρετῆ γὰρ οἰκεία οἶδεν πάσχων ἅπερ οὐκ έδει: καὶ νεμεσᾶ δικαίως ἐπι τῷ παρ αξίαν σωζομένῳ ⁑
Comments on 3.365
Scholia group: msAint
msAint 3.754: ὅτι ξίφος εχει πρὸς Ζηνόδοτον ⁑
Comments on 3.361
msAint 3.532: περισπᾶται ὁ ῆ βεβαιωτικὸς γὰρ ῆν ⁑
Comments on 3.366
msAint 3.545: ἐν τῇ Ἀριστοφάνους καὶ νύκεν ἐξείρυσεν ⁑
Comments on 3.373
Scholia group: msAil
msAil 3.759: ες ετρίδη
Comments on 3.367
msAil 3.760: συγέχευς
Comments on 3.372
msAil 3.761: κατ αιά
Comments on 3.376
Scholia group: msAim
msAim 3.755: Αρισταρχος δαμῆναι
Comments on 3.352
msAim 3.756: ὅτι σαφῶς νῦν φιλότητ τὴν ξενίαν εἴρηκεν ⁑
Comments on 3.354
msAim 3.757: Αριστχ αμφι δ‘ὰρ αὐτῆ. τὴ περικεφαλαιο ⁑
Comments on 3.362
msAim 3.758: ἀπαλὴν εἶπεν ὡς ἐπι γυναι γυναικος οὐκ ειωθυιας κόρυθα φέρειν ⁑
Comments on 3.371
previous | next |
---|---|
msA 48v | msA 49v |