Venetus A (Marciana 454 = 822), folio 48, verso

previousnext
msA 48rmsA 49r

Iliad text (25 lines)


Iliad 3.327: ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε’ ἔκειτο:

Commented on by msA 3.483


Iliad 3.328: αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ

Commented on by msAext 3.752


Iliad 3.329: δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο:


Iliad 3.330: κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκε


Iliad 3.331: καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρύιᾱς:


Iliad 3.332: δεύτερον αὖ, θώρηκα περι στήθεσσιν ἔδυνεν


Iliad 3.333: οἷο κασιγνήτοιο Λυκάονος : ἥρμοσε δ’ αὐτῷ:


Iliad 3.334: ἀμφι δ’ αρ’, ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον

Commented on by msAim 3.747


Iliad 3.335: χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε, στιβαρόν τε:

Commented on by msAim 3.748


Iliad 3.336: κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν


Iliad 3.337: ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν


Iliad 3.338: εἵλετο δ’ ἄλκιμον ἔγχος ὅ οἱ παλάμηφιν ἀρήρει:

Commented on by msAim 3.749


Iliad 3.339: ὡς δ’ αὔτως Μενέλαος ἀρήϊος ἔντε’ ἔδυνεν:

Commented on by msA 3.498, msA 3.746


Iliad 3.340: οἱ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν:


Iliad 3.341: ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστι χόωντο


Iliad 3.342: δεινὸν δερκόμενοι. θάμβος δ’ έχεν εἰσορόωντας


Iliad 3.343: Τρῶάς θ’ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς :


Iliad 3.344: καί ῥ’ ἐγγὺς στήτην διαμετρητῷ ἐνι χώρῳ

Commented on by msA 3.502


Iliad 3.345: σείοντ’ ἐγχείας: ἀλλήλοισιν κοτέοντε:

Commented on by msAim 3.750


Iliad 3.346: πρόσθε δ’ Ἀλέξανδρος προ ἵ̈ει δολιχόσκιον ἔγχος:

Commented on by msAint 3.504


Iliad 3.347: καὶ βάλεν Ἀτρείδαο κατ’ ἀσπίδα πάντοσε ἴσην:


Iliad 3.348: οὐδ’ έρρηξεν χαλκὸς: ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

Commented on by msA 3.505, msAim 3.751


Iliad 3.349: ἀσπίδι ἐν κρατερῇ: ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ


Iliad 3.350: Ἀτρείδης Μενέλαος : ἐπευξάμενος Διῒ πατρί:


Iliad 3.351: Ζεῦ ἄνα. δὸς τίσασθαι ὅ με πρότερος κακ’ ἔοργε


Other texts (13 passages)


Scholia group: msA

msA 3.483: ‡ ἵπποι ἀερσίποδες αἵροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο τοιοῦτοι γὰρ οἱ κωλυόμενοι τοῦ τρέχειν ἵπποι: καὶ ἔστιν ἰδίωμα παρα τὸ αείρω ἀέρω ἀέρσω ὡς κέρσω ⁑

Comments on 3.327


msA 3.490: ἀμφὶ δ᾽ ὰρ ὤμοισιν ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν: καὶ μετα τὸν οἷο κασιγνήτοιο ὑποτάσσει κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν δεινὸν δὲ λόφος καθ ὕπερθεν ἔνευεν: εἵλετο δ᾽ ἄλκιμον ἔγχος ⁑

Comments on 3.334-3.338


msA 3.745: ἀμφὶ δ᾽ ὰρ᾽ ὤμοισι βάλετ᾽ ἀσπίδα τερσανόὲσσαν : ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ ἔχειν προ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μη εχων ⁑

Comments on 3.334-3.338


msA 3.498: ὡς δ᾽ αύτως Μενέλαος ὅτι οὗτος ξίφος ἔχει εἰ δὲ ὡςαύτως τῷ Ἀλεξάνδρῳ καθ’ ώπλισται: πάντως κακεῖνος εἶχε ξίφος ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον ⁑

Comments on 3.339


msA 3.746: ἔντεα ὅπλα εἴρηται δὲ ἀπο τοῦ εντὸς περιέχειν καὶ σκέπειν τὸ σῶμα λέγεται δὲ καὶ τὰ προς τὴν εὐωχίαν σκεύη ἔντεα ὡς ἐκεῖ μνηστῆρες δ’ἀπεκόσμεον ἔντεα δαιτός ⁑

Comments on 3.339


msA 3.505: ουτως ἄμεινον δια τοῦ ς γράφειν καὶ γὰρ ὕστερον φησὶν ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ ἀντι τοῦ τῶ δόρατι καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν: τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν ⁑

Comments on 3.348


Scholia group: msAint

msAint 3.504: οι μὲν παρα το κίειν ἐν πλεονασμῶ οἱ δὲ παρα τὴν σκιαν ⁑

Comments on 3.346


Scholia group: msAim

msAim 3.747: απο κοινου τὲ ὠμοισιν βάλετε αναγκαίως δια τοὺς τελαμωνας ⁑

Comments on 3.334


msAim 3.748: βραχυ διασταλτεον επι τὸ χαλκεον κοινὸν γὰρ τὸ αμφ ώμοισι βάλετο καὶ ἐπι τοῦ σακους ⁑

Comments on 3.335


msAim 3.749: ἐν άλλω εἴλετο δ‘άλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ ⁑

Comments on 3.338


msAim 3.750: βραχὺ διασταλτέον ἐπι τὸ ἐγκείας ⁑

Comments on 3.345


msAim 3.751: οὕτως ᾿Αρίσταρχος ἄλλοι δὲ δια τοῦ ν χαλκον ⁑

Comments on 3.348


Scholia group: msAext

msAext 3.752: ἐαν τατο

Comments on 3.328


previousnext
msA 48rmsA 49r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1