Venetus A (Marciana 454 = 822), folio 48, recto
previous | next |
---|---|
msA 47v | msA 48v |
Iliad text (25 lines)
Iliad 3.302: ὡς ἔφαν: οὐδ’ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων :
Iliad 3.303: τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετα μῦθον ἔειπε:
Iliad 3.304: κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί :
Iliad 3.305: ἤτοι ἐγὼν εῖμι προτι ΄ Ϊλιον ἠνεμόεσσαν
Commented on by msAim 3.738
Iliad 3.306: ὰψ. ἐπεὶ οὔ πω τλήσομ’ ἐν ὀφθαλμοῖσιν. ὁρᾶσθαι
Commented on by msA 3.452
Iliad 3.307: μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ :
Iliad 3.308: Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
Commented on by msA 3.456
Iliad 3.309: ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν:
Iliad 3.310: ῆ ῥα: καὶ ἐς δίφρον ἄρνας θέτο ἰ̈σόθεος φώς:
Commented on by msA 3.457
Iliad 3.311: ἀν δ’ αρ’ ἔβαιν’ αὐτός. κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω:
Iliad 3.312: πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον:
Iliad 3.313: τὼ μεν αρ’ ἄψορροι προτὶ ῎ Ϊλιον ἀπονέοντο:
Commented on by msA 3.459
Iliad 3.314: Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς .
Commented on by msA 3.461
Iliad 3.315: χῶρον μὲν πρῶτον διεμέτρεον: αὐτὰρ ἔπειτα
Commented on by msA 3.463
Iliad 3.316: κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες.
Commented on by msA 3.465
Iliad 3.317: ὁππότερος δὴ πρόσθεν ἀφ’ εἵη χάλκεον ἔγχος:
Iliad 3.318: λαοὶ δ’ ἠρήσαντο: θεοῖσι δὲ χεῖρας ἀνέσχον:
Commented on by msA 3.467, msAil 3.744, msAim 3.739
Iliad 3.319: ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε:
Iliad 3.320: Ζεῦ πάτερ: Ἴδηθεν μεδέων. κύδιστε μέγιστε:
Commented on by msAint 3.469
Iliad 3.321: ὁππότερος τάδε ἔργα μετ’ ἀμφοτέροισιν ἔθηκεν.
Iliad 3.322: τὸν δὸς. ἀποφθίμενον δῦναι δόμον ῎ Αϊδος εἴσω:
Iliad 3.323: ἡμῖν δ’ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι:
Commented on by msAim 3.740
Iliad 3.324: ὡς αρ’ ἔφαν: πάλλεν δὲ μέγας κορυθαιόλος Ἕκτωρ
Iliad 3.325: ὰψ ὁρόων: Πάριος δὲ θοῶς ἐκ κλῆρος όρουσεν:
Commented on by msA 3.477, msAext 3.742, msAext 3.743
Iliad 3.326: οἱ μὲν ἔπειθ’ ΐζοντο κατα στίχας. ᾗχι ἑκάστῳ
Commented on by msAint 3.478, msAim 3.741
Other texts (16 passages)
Scholia group: msA
msA 3.454: ὁρασθαι παθητικὸν ἀντι ἐνεργητικοῦ ἀντέστραπται δὲ ἡ περίοδος ορθῇ δ ὰν ἦν οὕτως: ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον. Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν ἵνα αὐτοὺς περιστείλη ἔθος γὰρ ἦν τὰ ἐπι τοῖς όρκοις γιγνόμα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν τοὺς δὲ ἐπίλυδας εἰς τὴν θάλασσαν ῥίπτειν ⁑
Comments on 3.306-3.310
msA 3.457: ‡ ἦ ρα καὶ ἐς δίφρον τὰ γὰρ ἐν όρκοις σφαζόμα οἱ μὲν ἐγχώριοι ἔκρυπτον τῇ γῇ οἱ δὲ ξένοι θαλάσσῃ ἠ δείξων ἀποφέρει τοῖς ἐν άστει πιστωσόμ κακείνοις ἢ ὡς ἀγνοοῦντας διδάξων: ταδὲ θεοῖς ἁπλῶς θυόμενα ήσθιον ήγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθ τοῖς θεοῖς ⁑
Comments on 3.310
msA 3.459: ἄψορροι δια τί χωρίζεται ὁ Πρίαμος καὶ οἱ μὲν φασὶν ὅτι ἵνα ἀφυψους κρείσσων θεωρήσῃ ἀπο τῆς πόλεως τὴν μονομαχίαν: οἱ δὲ ἵνα φυλάξη τὰ τείχη: ἄλλοι δὲ τὴν῾Ομηρικὴν λύσιν προ ᾿ΐσχονται τὸ οὔτω τλήσομ’ ὀφθαλμοῖσιν ὁρᾶσθαι ὅπερ ἄμεινον ⁑
Comments on 3.313
msA 3.461: Πριάμοιο πάϊς Πορφύριος ἐν τοῖς παραλελειμμένοις φησὶν ὅτι τὸν ῞Εκτορα ᾿Απόλλωνος υἱὸν παραδίδωσιν ΄Ϊβυκος ᾿Αλέξανδρος Ευφορίων Λυκόφρων ⁑
Comments on 3.314
msA 3.463: χῶρον μὲν πρῶτον ἀναγκαίως διεμέτρουν πᾶν τὸ χωρίον ἐν ᾧ ἤμελλον μονομαχήσειν ὥστε μὴ μόνον τῶν διὰ τῶν όπλων ἡττηθέντα νενικῆσθαι ἀλλὰ καὶ τὸν ἀπολείποντα τὸ ἀποδεδειγμένον χωρίον ὥσπερ καὶ ἐπι τῶν ἀθλητῶν: ἄλλοι δὲ φασὶν ὅτι ἵνα μὴ προς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν ἀλλ ὥσπερ ἐν εἰρκτῇ τῇ περιγραφῇ μένωσιν ⁑
Comments on 3.315
msA 3.464: αὐτὰρ ἔπειτα κλήρους μετα ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περι τῆς ἀφέσεως τοῦ δόρατος ὥστε μὴ θόρυβον ἐμπεσεῖν τοῦ ὑστέρου φθάσαντος δια τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον ψῆφοι δε τίνες ἦσαν οἱ κλήροι: εἰς οὓς ἐσημειοῦτο ἕκαστος οὓς οὕτως ὠνόμασαν δια τὸ καλεῖσθαι ὑπ’ αὐτῶν εἰς τὰς πράξεις ⁑
Comments on 3.315-3.316
msA 3.465: χαλκήρεϊ προπαροξυτόνως ἔστι γὰρ παραγωγη ἡ δια τοῦ ήρης ἥτις βαρύνεται ξιφήρης ὀλιγήρης θυμήρης ἔνθεν τὸ θυμῆρες κεράσασα εἰ μέντοι γε τὸ ἀρῶ ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ οξεῖα τάσις ἐστιν ἔχει δ᾽ἄλοχον θυμαρέα :
Comments on 3.316
msA 3.477: Πάριος δὲ Πάρις ὁ Αλέξανδρος ἐκλήθη παρα τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ ΄Ϊδη εὐθὺς τεχθέντα καὶ αὐξηθέντα παρελθεῖν τὸν μόρον οὕτως: κατα γαστρὸς αὐτὸν ἔχουσα ἡ ῾Εκάβη . ἐνόμισεν κατόναρ καιόμενον δαλὸν τίκτειν ὅστις κατέφλεξε πᾶσαν τῆν τε πόλιν καὶ τὴν ἐν τῇ ῎Ϊδῃ ὕλην ἑστῶσαν: τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις καὶ οἱ περι τοὺς ὀνείρους δεινοὶ εἶπον τὸ τεχθὲν παιδίον εὐθέως μικρὸν ὂν ῥιφῆναι θρησὶ βοράν. τεχθέντα δὲ τὸν ᾿Αλέξανδρον ἐξέθηκαν ἐν τῇ ΄Ϊδῃ ὃν ποιμὴν ἑορακὼς σφόδρα εὐειδέστατον. ἀνελόμενος ἀνέθρεψεν: Πορφύριος φησὶν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα . ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς ἀρχιάλας ἐκαλεῖτο ⁑
Comments on 3.325
Scholia group: msAint
msAint 3.469: αντι τοῦ ΄Ιδης μεδέων ⁑
Comments on 3.320
msAint 3.478: τὸ ἧχι χωρὶς τοῦ ι ἡ Αρισταρχου ⁑
Comments on 3.326
Scholia group: msAim
msAim 3.738: ὅτι θηλυκῶς δεὶ τὴν ΄Ϊλιον λέγει ⁑
Comments on 3.305
msAim 3.739: δύναται καὶ ουτως ηρησάτο θεοις ἱδὲ χείρας ανέσχον και ο ϊδε ἀντι του και ⁑
Comments on 3.318
msAim 3.740: ἐαν στιζωμεν προ τούτου τοῦ στίχου ἐπι τῶ εἴσω ελλειπ ῥῆμα εὐτικὸν τὸ εἴη εαν δὲ διαστέλλωμεν κοινὸν έσται τὸ δός ⁑
Comments on 3.323
msAim 3.741: Αρισταρχος κατα γενικην εκαστου ⁑
Comments on 3.326
Scholia group: msAext
msAext 3.742: ὅτι σαφῶς ἐνταῦθα βραχείαν τῆν ὑπο στιγμην εἵρηκεν ⁑
Comments on 3.325
msAext 3.743: ορωῶν παρὰ τὸ ῥῶ τὸ ὁρμῶ τελέαν ασαμοῦ: τοῦ ο
Comments on 3.325
previous | next |
---|---|
msA 47v | msA 48v |