Venetus A (Marciana 454 = 822), folio 47, verso
previous | next |
---|---|
msA 47r | msA 48r |
Iliad text (25 lines)
Iliad 3.277: Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾶς καὶ πάντ’ ἐπακούεις:
Commented on by msA 3.416
Iliad 3.278: καὶ ποταμοὶ: καὶ γαῖα: καὶ οἳ ὑπένερθε καμόντας
Iliad 3.279: ἀνους τίνυσθον. ὅτις κ’ ἐπίορκον ὀμόσσῃ.
Iliad 3.280: ὑμεῖς μάρτυροι ἔστε: φυλάσσετε δ’ όρκια πιστά:
Commented on by msA 3.423, msAext 3.735
Iliad 3.281: εἲ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ.
Commented on by msAext 3.736
Iliad 3.282: αὐτὸς ἔπειθ’ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα:
Iliad 3.283: ἡμεῖς δ’ ἐν νήεσσι. νεώμεθα ποντοπόροισιν:
Iliad 3.284: εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος .
Iliad 3.285: Τρῶας ἔπειθ’ Ἑλένην καὶ κτήματα πάντ’ ἀποδοῦναι:
Commented on by msAim 3.732
Iliad 3.286: τιμὴν δ’ Ἀργείοις ἀποτῑνέμεν ἥν τιν’ ἔοικεν:
Commented on by msA 3.429
Iliad 3.287: ἥ τε καὶ ἐσσομένοισι μετ’ ανθρώποισι πέληται:
Iliad 3.288: εἰ δ’ ὰν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
Iliad 3.289: τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος.
Iliad 3.290: αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
Commented on by msAim 3.733
Iliad 3.291: αῦθι μένων. εἵως κε τέλος πολέμοιο κιχείω:
Iliad 3.292: ῆ: καὶ ἀπο στομάχους ἀρνῶν τάμε. νηλέϊ χαλκῷ:
Commented on by msA 3.437
Iliad 3.293: καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας:
Iliad 3.294: θυμοῦ δευομένους: ἀπὸ γὰρ μένος εἵλετο χαλκός:
Iliad 3.295: οἶνον δ’ ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν
Commented on by msAil 3.737, msAim 3.734
Iliad 3.296: ἔκχεον: ἠδ’ εὔχοντο θεοῖς αἰειγενέτῃσιν:
Iliad 3.297: ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε:
Commented on by msA 3.445
Iliad 3.298: Ζεῦ κύδιστε μέγιστε. καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
Iliad 3.299: ὁππότεροι πρότεροι ὑπερόρκια πημήνειαν.
Iliad 3.300: ὧδέ σφ’ ἐγκέφαλος χαμάδις ῥέοι. ὡς ὅδε οἶνος.
Iliad 3.301: αὐτῶν καὶ τεκέων: ἄλοχοι δ’ ἄλλοισι δαμεῖεν:
Other texts (8 passages)
Scholia group: msA
msA 3.416: Ἠέλιος θ᾽ ὅτι ἀντι τοῦ Ἥλιε ὡς κακεῖ δὸς φίλος : καὶ ἀλλά φίλος θάνε καὶ σὺ καὶ πρὸς τὴν ἀθέτησιν τῶν ἐν Οδυσσεία ὠκεα δ᾽ Ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν περι τῆς ἀπολείας τῶν βοῶν τῷ πάντας ἐφορῶντι ⁑
Comments on 3.277
msA 3.437: ἦ καὶ ἀπὸ στομάχους οὕτως αἱ Ἀριστάρχου ἀπο στομάχους αἱ δὲ πλείους δια τοῦ ε ἐπι στομάχους καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή ⁑
Comments on 3.292
msA 3.445: ὧδε δέ τις εἴπεσκεν ὅτι τῶ ῶδε οὐδέποτε τοπικῶς καθάπερ ἡμεῖς λέγει ἀλλ᾽ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει ⁑
Comments on 3.297
Scholia group: msAil
msAil 3.737: ἀν τλήσ
Comments on 3.295
Scholia group: msAim
msAim 3.733: οὕτως διὰ τοῦ η τὸ μαχήσομαι ᾿Αρισταρχος ⁑
Comments on 3.290
msAim 3.734: ᾿Αρισταρχος ἀφυσσόμε δια τοῦ ο : ἄλλοι δὲ διὰ τοῦ α ⁑
Comments on 3.295
Scholia group: msAext
msAext 3.735: μάρτυροί εστε
Comments on 3.280
msAext 3.736: εἰ μεν κεν
Comments on 3.281
previous | next |
---|---|
msA 47r | msA 48r |