Venetus A (Marciana 454 = 822), folio 47, recto
previous | next |
---|---|
msA 46v | msA 47v |
Iliad text (25 lines)
Iliad 3.252: ἐς πεδίον καταβῆναι: ἵ̈ν’ ὅρκια πιστὰ τάμητε:
Iliad 3.253: αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
Iliad 3.254: μακρῇς ἐγχείῃσι μαχήσοντ’ ἀμφὶ γυναικί:
Iliad 3.255: τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο:
Iliad 3.256: οἱδ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες:
Iliad 3.257: ναίοιμεν. Τροίην ἐριβώλακα: τοὶ δὲ νέονται
Commented on by msA 3.391
Iliad 3.258: ῎ Αργος ἐς ἱππόβοτον: καὶ Ἀχαιΐδα καλλιγύναικα:
Iliad 3.259: ὡς φάτο: ῥίγησεν δ’ ὁ γέρων: ἐκέλευσε δ’ ἑτέροις
Commented on by msAint 3.394, msAext 3.731
Iliad 3.260: ἵππους ζευγνύμεναι: τοὶ δ’ ὀτραλέως ἐπίθοντο:
Iliad 3.261: ἂν δ’ ὰρ’ ἔβη Πρίαμος . κατὰ δ’ ἡνία τεῖνεν ὀπίσσω:
Iliad 3.262: πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον:
Commented on by msAint 3.397
Iliad 3.263: τὼ δὲ διὰ Σκαιῶν πεδίον δ’ ἔχον ὠκέας ἵππους:
Commented on by msA 3.399
Iliad 3.264: ἀλλ’ ὅτε δή ρ’ ἵ̈κοντο μετὰ Τρῶας καὶ Ἀχαιούς .
Iliad 3.265: ἐξ ἵ̈ππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
Iliad 3.266: ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο:
Iliad 3.267: ὤρνυτο δ’ αὐτίκ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 3.268: ἀν δ’ Ὀδυσεὺς πολύμητις: ἀτὰρ κήρυκες ἀγαυοὶ
Iliad 3.269: ὅρκια πιστὰ θεῶν σύναγον: κρητῆρι δὲ: οἶνον
Iliad 3.270: μίσγον: ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν :
Commented on by msAint 3.403, msA 3.402
Iliad 3.271: Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν
Commented on by msA 3.406
Iliad 3.272: ἥ οἱ παρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο:
Commented on by msA 3.407
Iliad 3.273: ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας: αὐτὰρ ἔπειτα
Commented on by msA 3.409
Iliad 3.274: κήρυκες Τρώων καὶ Ἀχαιῶν . νεῖμαν ἀρίστοις:
Iliad 3.275: τοῖσιν δ’ Ἀτρείδης μεγάλ’ εὔχετο χεῖρας ἀνασχών:
Iliad 3.276: Ζεῦ πάτερ: ῎ Ϊδηθεν μεδέων. κύδιστε μέγιστε:
Commented on by msA 3.412, msAim 3.730
Other texts (8 passages)
Scholia group: msA
msA 3.391: ναίοιμεν ὅτι νῦν ορθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν ἐν δε τοῖς ἐπάνω: ὅτε Ἀλέξανδρος λέγει οὐκέτι ⁑
Comments on 3.257
msA 3.395: ἂν δ ὰρ ἔβη Πρίαμος ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι: δι ὃ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος καὶ ὅτι οἱ ἡρωες πάντες ἔμπειροι καὶ αὐτουργοὶ δι ὃ καὶ ὁ Οδ ναυπηγεῖ καὶ κυβερνᾷ ⁑
Comments on 3.261-3.262
msA 3.407: ἄωρτο ἄρω ἐστι τὸ σημαντικὸν τοῦ ἁρμόζω οὗ μέλλων ἄρσω ἀόριστος ῆρσα θετίς ώμοισιν ἐπῆρσεν ἀντι τοῦ ἐφήρμοσε καὶ πόμασιν ἆρσον ἅπαντα ἀντι τοῦ ἐφάρμοσον: τοῦ ἄρω ὁ παρακείμενος ῆρκα: ὁ παθητικὸς ῆρμαι ὑπερσυντελικος ἤρμην τὸ τρίτον ἦρτο συστολῆ ἄρτο ἐπενθέσει τοῦ ω ἄωρτο οὕτως Ἡρῳδιανὸς ἐν τῷ β ποιήματι τὸ Περι παθῶν Διδύμου ⁑
Comments on 3.272
msA 3.409: ἀρνῶν ἐκ κεφαλων ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφαλέων ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες . οὐ γίνονται τοιαῦται διαιρέσεις ἀλλ ἀπο τῶν εἰς αι : εἰ δὲ ἄρνες ἀρνῶν: ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων ⁑
Comments on 3.273
Scholia group: msAint
msAint 3.397: προκρίνει μὲν τὴν δια τοῦ ε γραφὴν βήσετο πλὴν οὐ μετατίθησι αλλα δια τοῦ α γρ ὁ Ἀρίσταρχος ⁑
Comments on 3.262
msAint 3.403: ‡ Ἀρίσταρχος δια τοῦ ο καὶ ἀναλογεῖ τὸ μίσγον ⁑
Comments on 3.270
Scholia group: msAim
msAim 3.730: ὅτι ἀντι τοῦ ῎Ιδης μεδέων ⁑
Comments on 3.276
Scholia group: msAext
msAext 3.731: ἑταίρους
Comments on 3.259
previous | next |
---|---|
msA 46v | msA 47v |