Venetus A (Marciana 454 = 822), folio 46, verso

previousnext
msA 46rmsA 47r

Iliad text (25 lines)


Iliad 3.227: ἔξοχος Ἀργείων κεφαλὴν ἠδ’ εὐρέας ὤμους:

Commented on by msAim 3.725


Iliad 3.228: τὸν δ’ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν:


Iliad 3.229: οὗτος δ’ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν :


Iliad 3.230: Ἰ̈δομενεὺσδ ‘ ἑτέρωθεν ἐνι Κρήτεσσι θεὸς ὡς

Commented on by msA 3.362


Iliad 3.231: ἕστηκ’: ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται:


Iliad 3.232: πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος


Iliad 3.233: οἴκῳ ἐν ἡμετέρῳ: ὁπότε Κρήτηθεν ἵ̈κοιτο:


Iliad 3.234: νῦν δ’ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιοὺς


Iliad 3.235: οὕς κεν ἔϋ γνοίην. καί τ’ οὔνομα μυθησαίμην:


Iliad 3.236: δοιὼ δ’ οὐ δύναμαι ἰ̈δέειν κοσμήτορε λαῶν

Commented on by msA 3.367


Iliad 3.237: Κάστορά θ’ ἱππόδαμον: καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα

Commented on by msA 3.368


Iliad 3.238: αὐτοκασιγνήτω. τώ μοι μία γείνατο μήτηρ:

Commented on by msAim 3.726


Iliad 3.239: ἢ οὐχ ἑπέσθην Λακεδαίμονος ἐξ ερατεινῆς.


Iliad 3.240: ἦ δεύρο μὲν ἕποντο νέεσς’ ἐνὶ ποντοπόροισι:

Commented on by msA 3.375


Iliad 3.241: νῦν αῦτ’ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν


Iliad 3.242: αἴσχεα δειδιότες καὶ ὀνείδεα: πολλ’ ἅ μοι ἐστίν:

Commented on by msA 3.377, msA 3.379


Iliad 3.243: ὡς φάτο: τοὺσδ’ ἤδη κάτεχεν φυσίζοος αῖα

Commented on by msA 3.380, msA 3.724


Iliad 3.244: ἐν Λακεδαίμονι αῦθι φίλῃ ἐν πατρίδι γαίῃ:

Commented on by msA 3.381


Iliad 3.245: κήρυκες δ’ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ:

Commented on by msA 3.382


Iliad 3.246: ἄρνε δύω: καὶ οἶνον. ἐΰφρονα καρπὸν ἀρούρης


Iliad 3.247: ἀσκῷ ἐν αιγείῳ: φέρε δὲ κρητῆρα φαεινὸν


Iliad 3.248: κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα:


Iliad 3.249: ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν:


Iliad 3.250: ὄρσεο Λαομεδοντιάδη : καλέουσιν ἄριστοι

Commented on by msAint 3.387, msA 3.388


Iliad 3.251: Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων


Other texts (6 passages)


Scholia group: msA

msA 3.367: ᾿ϊδέειν οὐκ ἐστιν ἐυτελὲς τοῦ ἰδέειν, ἀλλα τοῦ ναντίον ἀπο τοῦ ϊδεῖν γέγονεν κατα διάλυσιν ὥσπερ ἀπο τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν: οἱ γὰρ δεύτεροι μέλλοντες οὐκ έχουσι τὴν περισπωμ ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμοι ἐνεστῶτες ⁑

Comments on 3.236


msA 3.368: πὺξ ἀγαθὸν ἐν πυγμῆ ἀνδρεῖον καὶ γενναῖον οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην ῎Αμυκον ἀναιρεῖ ὡς ᾿Απολλώνιος φησὶν ἐν δευτέρῳ : ἐζήτηται δὲ πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ ῾Ελένη : ῥητέον δὲ ὅτι ἴσως μὲν ἐπεζήτησεν εὐχερῶς δὲ ὅτε ἔγραφεν: ῞Ομηρος ἐπεμνήσθῃ ⁑

Comments on 3.237


msA 3.375: νέεσσ᾽ ἐνι ποντοπόροισι Νικίας ἀναστρέφει οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῴ φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις ⁑

Comments on 3.240


msA 3.380: ὣς φάτο τοὺς δ᾽ ἤδη κάτεχεν οὗτοι δὲ φησὶν ἦσαν μεταστάντες ἐξ ἀνων καὶ ὑπο γῆν διετέλουν ὅτε μὲν ζῶντες ὅτε δὲ τεθνηκότες κατ αὐτὸν τὸν ποιητὴν λέγοντα ἄλλοτε μὲν ζωοὺς ἑτερήμεροι: ἄλλοτε δὲ τεθνᾶσι τιμὴν δὲ λελόγχασιν ἴσα θεοῖσιν : φυσίζωος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη ἠ ὅτι τῶ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζωος ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καραποθέντες πάλιν ἀναδοθῆναι ⁑

Comments on 3.243


msA 3.381: ἐν πατρίδι γαίῃ ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι : εἴτε δὲ ἐπι τῶν Διοσκούρων ἔσται τὸ ἑῇ ἑνικὸν οὐχ ἁρμόσει: εἴτε ἐπι τῆς Ἑλένης ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν: τούς δ’ ἤδη κατέχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πριδι ⁑

Comments on 3.244


msA 3.388: Λαομεδοντιάδη μηρ Πριάμου ὡς φησὶ Πορφύριος ἐν τῷ περι τῶν παραλελειμμ τῷ ποιητῇ ὀνομάτων κατὰ ᾿Αλκμᾶνα τὸν μελοποιὸν Ζευζίππη : κατα δὲ ῾Ελλάνικον Στρυμώ ⁑

Comments on 3.250


previousnext
msA 46rmsA 47r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1