Venetus A (Marciana 454 = 822), folio 46, recto

previousnext
msA 45vmsA 46v

Iliad text (25 lines)


Iliad 3.202: εἰδὼς παντοίους τὲ δόλους καὶ μήδεα πυκνά:


Iliad 3.203: τὴν δ’ αῦτ’ Ἀντήνωρ πεπνυμένος ἀντίον ηύδᾱ:


Iliad 3.204: ὦ γύναι: ῆ μάλα τοῦτο ἔπος νημερτὲς έειπες:


Iliad 3.205: ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς

Commented on by msAint 3.322


Iliad 3.206: σεῦ ἕνεκ’: ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ :

Commented on by msA 3.324


Iliad 3.207: τοὺς δ’ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα:

Commented on by msAint 3.327


Iliad 3.208: ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά:


Iliad 3.209: ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν:


Iliad 3.210: στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους:


Iliad 3.211: ἄμφω δ’ ἑζομένω: γεραρώτερος ῆεν Ὀδυσσεύς :

Commented on by msA 3.330


Iliad 3.212: ἀλλ’ ὅτε δὴ μύθους. καὶ μήδεα πᾶσιν ὕφαινον.

Commented on by msA 3.332


Iliad 3.213: ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε:

Commented on by msA 3.334, msAil 3.721


Iliad 3.214: παῦρα μὲν. ἀλλὰ μάλα λιγέως: ἐπεὶ οὐ πολύμυθος


Iliad 3.215: οὐδ’ ἀφαμαρτοεπής ἢ καὶ γένει ὕστερος ῆεν:

Commented on by msA 3.337, msAim 3.719


Iliad 3.216: ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς .


Iliad 3.217: στάσκεν: ὑπαὶ δὲ ἴ̈δεσκε κατα χθονὸς ὄμματα πήξας:

Commented on by msA 3.341, msAil 3.722, msAim 3.720


Iliad 3.218: σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμᾱ:

Commented on by msAint 3.343


Iliad 3.219: ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς:

Commented on by msA 3.344, msA 3.345, msAext 3.718


Iliad 3.220: φαίης κεν ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὕτως:

Commented on by msA 3.347, msAil 3.723


Iliad 3.221: ἀλλ’ ὅτε δὴ ὄπα τὲ μεγάλην ἐκ στήθεος εἴη


Iliad 3.222: καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν.


Iliad 3.223: οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος:


Iliad 3.224: οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰ̈δόντες:

Commented on by msA 3.353


Iliad 3.225: τὸ τρίτον αὖτ’ Αἴαντα ἰ̈δὼν ἐρέειν’ ὁ γεραιός:


Iliad 3.226: τίς ταρ ὁδ’ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε


Other texts (11 passages)


Scholia group: msA

msA 3.334: ἐπιτροχάδην βραχύλογοι γὰρ οἱ Λάκωνες ἀεὶ δηλοῖ δὲ εὐφυέστερον ὡς ἀπο μὲν Μενελάου τὸν παρα τοῖς ῥήτορσι καλούμενον ἄνετον τόπον ἀπο δὲ ᾿ Οδυσσέως τὸν σύντομον ἐπ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μὲν ἐπι δε ᾿ Οδυσσεως πρόσεθηκεν τὸ καὶ ἔπεα νιφάδεσσιν ἐοικότα τοῦτέστι πυκνὰ καὶ πολλά ⁑

Comments on 3.213


msA 3.337: ἦ καὶ γένει ὕστερος εἶεν ἐὰν βαρύνωμεν τὸν ἠ σύνδεσμον. διαστελοῦμεν βραχύ: κείσεται γὰρ ἀντι τοῦ εἴ συναπτικοῦ: ἐὰν δὲ περισπῶμεν τελείαν στίξομεν παραπληρωματικὸς γάρ ἐστι καίτοι νεώτερος ἦν

Comments on 3.215


msA 3.330: ἄμφω δὲ ἑζομένω ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει ἑζομένων τὸ δὲ ἄμφω δύο πτώσεις ἔχειν ἀμφότεροι ἢ ἀμφοτέρους καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι κατ εναλλαγὴν πτώσεως ἀντι τοῦ καθημένων δὲ προτέρων καὶ ἔστι σύνηθες ὡς ἐπεκείνου οἱ δὲ δύο σκόπελοι ὁ μέν ἀντι τῶν δύο σκοπέλων ⁑ ⁑ ⁑ ⁑

Comments on 3.211


msA 3.341: στάσκεν οῖδεν ἡ στάσις πολλάκις ὑπόνοιαν εἰς τι κινεῖν: ῥητορικὴ οὖν ἡ στάσις ᾿ Οδυσσέως : ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθ τοῖς ὁρῶσιν η οία εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθ τὴν ἀγοράν: τῇ εἰς εαυτὸν οὖν ἐπιστροφῆ καταρτίζει τοὺς ὁρῶντας ⁑

Comments on 3.217


msA 3.344: ἀλλ᾽ αστεμφες προς τὸ ἀστεμφὲς ὅτι τὸ ἀμετακίνητον: ὁ γὰρ Ἀνακρέων συ γὰρ ῆς ἐμοίγ᾽ ἀστεμφής: καὶ ὅτι τὸ αΐδρεϊ κατα τὸ βαρὺ προενεκτέ ⁑

Comments on 3.219


msA 3.345: ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπ εὐθείας τῆς ἄϊδρις χώρου ἄϊδρις ἐών . ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ: ἐκπίπτειν ἀΐδρεος καὶ ἀΐδρεϊ οὐ γὰρ δή γε δια τοῦ δ οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον ἀλλ᾽ ὡς τὸ ἔχεις πόσις όφις: οὕτως ὁφείλει κλίνεσθαι ώστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρα τῇ Σαπφοῖ τὸ πολυΐδριδι εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη: ὁ γὰρ Σοφοκλῆς ᾿ΐδριδα ἔφη τὴν αιτιατικὴν: ὅ τε Φρύνιχος τὴν εὐθείαν ᾿ΐδριδες : γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικὼς κατα τὸν προκείμ λόγον: οὐδὲν δὲ θαυμαστὸν εἰ διὰ τοῦ ϊ πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται ῎Ϊωνες τὴν δὲ δοτικὴν διὰ τοῦ ε οὐχι δὲ δια τοῦ ϊ τάχα γὰρ δια τὸ κακόφωνον: ὁ γοῦν ποιητὴ σφησὶν εὐνήν τ᾽ αἰδομένη πόσιος , τὴν δε δοτικὴν χαριζομ πόσεϊ ᾧ ⁑

Comments on 3.219


msA 3.347: φαίης κεν ὅτι τὸ φαίης. τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον: κατα μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ᾿ΐσω τῷ ἔφη τίς ἄν ὡς ἔχει τὸ ἔνθ᾽ οὐκ ἂν βρίζοντα ᾿ΐδοις ἀντι τοῦ ἴδοι τίς ἄν:

Comments on 3.220


msA 3.353: οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσσῆος πρὸς τὸ σιωπόμ ὅτι συνυπακοῦσαι δεῖ το οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ᾿ϊδόντες ὡς τὴν κατα λόγον δύναμιν ⁑

Comments on 3.224


Scholia group: msAint

msAint 3.343: σημειωτέον δὲ ὅτι εκαστος τῶν ηγεμονων σκῆπτρον εῖχεν ΐδιον ὡς καὶ ᾿Αχιλλεὺς ἐν τῇ αλφα ὄμνυσι κατ αυτοῦ ⁑

Comments on 3.218


Scholia group: msAim

msAim 3.719: πιθανώτερον βαρυνειν τὸν η καὶ ἀντι τοῦ εἴ παραλαμβάνεται ⁑

Comments on 3.215


Scholia group: msAext

msAext 3.718: ἀΐδρει

Comments on 3.219


previousnext
msA 45vmsA 46v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1