Venetus A (Marciana 454 = 822), folio 45, verso

previousnext
msA 45rmsA 46r

Iliad text (25 lines)


Iliad 3.177: τοῦτο δέ τοι ἐρέω, ὅ μ’ ἀνείρεαι ἠδὲ μεταλλᾷς:

Commented on by msAil 3.714


Iliad 3.178: οὗτός γ’ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων :


Iliad 3.179: ἀμφότερον: βασιλεύς τ’ ἀγαθὸς. κρατερός τ’ αἰχμητής:

Commented on by msA 3.289


Iliad 3.180: δαὴρ αὖτ’ ἐμὸς έσκε κυνώπιδος. εἴ ποτ’ ἔην γε

Commented on by msA 3.290


Iliad 3.181: ὡς φάτο: τὸν δ’ ὁ γέρων ἠγάσσατο φώνησέν τε


Iliad 3.182: ὦ μάκαρ Ἀτρείδη : μοιρηγενὲς: ὀλβιόδαιμον:

Commented on by msA 3.711, msAil 3.715, msAim 3.712, msAim 3.713


Iliad 3.183: ῆ ῥά νύ̆ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν :

Commented on by msA 3.296, msAil 3.716


Iliad 3.184: ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν:

Commented on by msA 3.297


Iliad 3.185: ἔνθα ἴ̈δον πλείστους Φρύγας : ἀνέρας αἰολοπώλους


Iliad 3.186: λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο:


Iliad 3.187: οἵ ῥα τότ’ ἐστρατόωντο παρ’ όχθας Σαγγαρίοιο :


Iliad 3.188: καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην


Iliad 3.189: ἤματι τῷ. ὅτε τ’ ἦλθον Ἀμαζόνες ἀντιάνειραι:

Commented on by msA 3.305


Iliad 3.190: ἀλλ’ οὐδ’ οἳ τόσοι ἦσαν. ἑλίκωπες Ἀχαιοί :

Commented on by msAil 3.717


Iliad 3.191: δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός:


Iliad 3.192: εἰπ’ άγε μοι καὶ τόνδε φίλον τέκος. ὅς τις ὅδ’ ἐστί:


Iliad 3.193: μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο :


Iliad 3.194: εὐρύτερος δ’ ὤμοισιν ἰ̈δὲ στέρνοισιν ἰ̈δέσθαι:


Iliad 3.195: τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ:


Iliad 3.196: αὐτὸς δὲ κτί̆λος ὡς ἐπιπωλεῖται στίχας ἀνδρῶν:


Iliad 3.197: ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ:

Commented on by msA 3.314


Iliad 3.198: ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων:

Commented on by msA 3.316, msA 3.317, msA 3.315


Iliad 3.199: τονδ`’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα:


Iliad 3.200: οὗτος δ’ αῦ Λαερτιάδης πολύμητις Ὀδυσσεὺς .


Iliad 3.201: ὃς τράφη ἐν δήμῳ Ἰ̈θάκης κραναῆς περ ἐούσης:

Commented on by msA 3.318


Other texts (17 passages)


Scholia group: msA

msA 3.289: ἀμφότερον τοῦτο συναπτεον τῷ ἀγαθός ἵν ῇ κατ άμφω ἀγαθός: καὶ τὸν ϊσχυρὸν γὰρ ἀγαθόν φησί μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα:

Comments on 3.179


msA 3.290: δαὴρ αυτ᾽ εμὸς κυνώπιδος προς τὴν σημασίαν ὑπήντησεν τὸ γαρ δαὴρ εμός δηλοι τὸ δαήρ μου τῆς κυνόπιδος ⁑

Comments on 3.180


msA 3.711: ὀλβιόδαιμον προπαροξυτόνως ἕστι γὰρ σύνθετον τα δὲ μακρὰ παραληγόμα βαρύτονα ἔχοντ κλητικὴν εἰς ον περατουμ προπερισπᾶται ἁπλὰ ὄντα Μαχᾶον Ἀρετᾶον : σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον κυλλοπόδιον Ποσειδᾶον ολβίοδαιμον καὶ ἐπι τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατα κλητικὴν: ἐπεὶ σύνθετα ἢν: τὰ μέντοι παρα τὸ φρὶν συντιθέμενα ἐφύλαξε τὸν τόνον: Λυκόφρον δαΐφρον ὅθεν σημειῶδες ἐκεῖνο κατα κλητικήν ιὼ Λακεδαῖμον ᾿Αριστοφά ὀλκάσι καὶ εἰ σύνθετον τὸ ψευδόμοι σε Παλαῖμον ⁑

Comments on 3.182


msA 3.296: δεδμήατο ἡ μεταφορὰ ἀπο τῶν ἀλόγων ζώων δαμάζονται γὰρ κυρίως ταῦτα τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η δια τὴν ἐπαλληλίαν τῶν βραχέων τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο ἔστι δὲ συγκεκομμ παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές δύο οὖν πάθη ὑπέμεινε συγκοπ τοῦ α καὶ ἔκτασιν τοῦ ε ⁑

Comments on 3.183


msA 3.303: καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν Μελανίππη καὶ ῾ Ιππολύτη θυγατέρες Ἄρεος τῶν μαζωνιδων προηγούμεναι τῆς στρατείας αὗται δὲ πειρώμεναι τὴν Φρυγίαν ὑπ αυτὰς ποιῆσαι δια τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημ χω καὶ στρατόπεδ ἔθεντο προς τὸν Σαγγάριον ποταμὸν: τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἦσαν Μυγδὼν καὶ Ὀτρεὺς οἵτινες τὴν σφῶν αὐτῶν στρατείαν ἐξήνεγκαν καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο τῶν Αμαζονίδων προς τὸ κωλῦσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς ἑαυτῶν όροις καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλευς εστρατεύετο κατα ᾿Αμαζόνων συν αυτοῖς κατ εκεῖνον ἀκμάζων τὸν καιρόν ⁑

Comments on 3.188-3.189


msA 3.305: Ἀμαζόνες ἀντιάνειραι αἱ ᾿Αμαζόνες λεγονται: εἶναι ῎Αρεως καὶ ᾿Αφροδίτης θυγατέρες τραφεῖσαι παρα Θερμώδοντι ποταμῷ τῆς Σκυθίας ἐκλήθησαν δὲ οὕτως διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθ ὡς ἐμποδίζοντ αὐταῖς ἐν τῷ τοξεύειν ⁑

Comments on 3.189


msA 3.297: ἤδη καὶ Φρυγίην ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθ Ὅμηρον : οἱ δὲ νεώτεροι συγχέουσι: καὶ ὅτι το ἤδη παρείληπται ἀντι χρονικοῦ τοῦ ποτὲ δι ὃ καὶ πάραλλήλως λέγεται τὸ ἤδη τῷ ποτε ήδη γὰρ καὶ δεῦρό ποτ᾽ ήλυθεν ⁑

Comments on 3.184


msA 3.314: πήγεσιμᾶλλον μελανομάλλῳ: οὗτος γὰρ ἐν λευκῷ ποιμνίωδιάδηλος ἔσται: τῶ πραϋτάτω δὲ εἴκασται δια τὸ ἀτάραχον ⁑

Comments on 3.197


msA 3.316: ‡ ὅς τ᾽ οἰῶν ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαΐδων λέγων ὡς οὐ κλίνει τὸμονοσύλλαβον ὁ ποιητής εἰ μὴ μέτρον κωλύσει ⁑

Comments on 3.198


msA 3.317: ὃς τράφη ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει μετὰ ἐπαίνων δὲ περι ἑκαστου ἐκτίθεται δια τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ

Comments on 3.198


msA 3.318: ἐν δήμῳ Ϊθάκης ἔστι νῆσος τῆς Κεφαληνίας καὶ τόπος δέ ἐστιν ἐν Ϊθακη δῆμος καλούμ ὅτε δὲ ἡ λέξις Δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν ἀνδρῶν ⁑

Comments on 3.201


Scholia group: msAil

msAil 3.714: ἐθειγην

Comments on 3.177


msAil 3.715: ὠς γαθῆ μοίρα γενγηθειό

Comments on 3.182


msAil 3.716: ὑπο τετογμε κοίεισί

Comments on 3.183


msAil 3.717: ὅ σοι

Comments on 3.190


Scholia group: msAim

msAim 3.712: σημείωσαι ως κατα πρόσωδον συλλαβῆς ἤυξηται μετεπιπλήξεως ὁ ἔπαινος ⁑

Comments on 3.182


msAim 3.713: ᾿ Αρίσταρχος κεφαλην βελτιον δὲ ἀπ άλλης ἀρχῆς ἵνα λειπῃ τὸ ἐστίν ⁑

Comments on 3.182


previousnext
msA 45rmsA 46r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1