Venetus A (Marciana 454 = 822), folio 45, recto

previousnext
msA 44vmsA 45v

Iliad text (25 lines)


Iliad 3.152: δενδρέῳ ἐφεζόμενοι: ὄπα λειριόεσσαν ϊεῖσιν:

Commented on by msAint 3.250, msA 3.252, msA 3.249


Iliad 3.153: τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργῳ:


Iliad 3.154: οἱ δ’ ὡς οὖν εἴδονθ’ Ἑλένην ἐπὶ πύργον ϊοῦσαν


Iliad 3.155: ῆκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον:

Commented on by msA 3.254, msA 3.253


Iliad 3.156: οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς


Iliad 3.157: τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν:

Commented on by msAint 3.259


Iliad 3.158: αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν:

Commented on by msAint 3.260, msA 3.275, msAim 3.710


Iliad 3.159: ἀλλὰ καὶ ὧς: τοίη περ ἐοῦς’ ἐν νηυσὶ. νεέσθω:

Commented on by msAint 3.262


Iliad 3.160: μὴ δ’ ἡμῖν τεκέεσσί τ’ ὀπίσσω πῆμα λίποιτο:

Commented on by msA 3.263


Iliad 3.161: ὡς άρ’ ἔφαν: Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ:


Iliad 3.162: δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵ̈ζευ ἐμεῖο


Iliad 3.163: ὄφρα ἴ̈δῃ πρότερόν τε πόσιν. πηούς τε: φίλους τε:

Commented on by msAint 3.268


Iliad 3.164: οὔ τί μοι αἰτίη ἐσσὶ: θεοί νύ μοι αἴτιοί εἰσιν


Iliad 3.165: οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν :


Iliad 3.166: ὥς μοι καὶ τόνδ’ ἄνδρα πελώριον ἐξονομήνῃς

Commented on by msA 3.276


Iliad 3.167: ὅς τις ὅδ’ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε:


Iliad 3.168: ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν:


Iliad 3.169: καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον: ὀφθαλμοῖσιν:


Iliad 3.170: οὐδ’ οὕτω γεραρὸν: βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν:


Iliad 3.171: τονδ’ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν:


Iliad 3.172: αἰδοῖός τέ μοι ἐσσι φίλε ἑκυρὲ δεινός τε:


Iliad 3.173: ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς. ὁππότε δεῦρο


Iliad 3.174: υἱέϊ σῷ ἑπόμην: θάλαμον γνωτούς τε λιποῦσα:


Iliad 3.175: παῖδά τε τηλυγέτην: καὶ ὁμηλικίην ἐρατεινήν:

Commented on by msA 3.285, msA 3.286


Iliad 3.176: ἀλλὰ τάγ’ οὐκ ἐγένοντο: τὸ καὶ κλαίουσα τέτηκα:

Commented on by msAint 3.287


Other texts (14 passages)


Scholia group: msA

msA 3.254: ῆκα πρὸς ἀλλήλους Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῆς Κρατη τε ίου αἱρέσεως φησίν ὦκα γράφει ἀντι τοῦ ἠκα καὶ ἀπολογούμ φησιν ὅτι μετ αὐτὸν διασταλτέον: ἵν ᾖ Ἑλένην ἐπι πῦργον ἰοῦσαν ὦκα προς δὲ τὸ μὴ αρμόζειν: ἐπι τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι μὴ καὶ ἔτι καταλάβη αὐτοὺς ταῦτα διαλεγομένους: καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται: τὸ γὰρ ῆκα επι πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει καὶ μάλλιστα ὅτι καλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων: τοῦτο οὖν οὐκ ῆν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον προσθεὶς τὸ ἦκα ⁑

Comments on 3.155


msA 3.256: οὐ νέμεσις Τρῶας ἡ στιγμὴ κατα τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν εἷτα ἀφ ετέρας ἀρχῆς αἰνῶς ἀθανάτησι τοῦ αἰνῶς ἐν ϊσῳ κειμένου τῷ λίαν ὡς κακῆ αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά τινὲς δὲ τῶν καθ’ ημᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς τρίγωνον δὲ ἐπίγραμμα πρῶτος ῞ Ομηρος γέγραφεν τὸ οὐ νέμεσις Τρῶας ἀφ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον ⁑ ⁑ ⁑

Comments on 3.156-3.158


msA 3.275: ἔοικεν ἐζήται πῶς ὁ Πρίαμος τῷ δεκάτω ἔτει πυνθάνεται περι τῶν ἀρίστων ἐπειδὴ πρότερον περὶ τὰς ἀστογείτονας πόλεις ἐπλανῶντο ὥς που καὶ ὁ ποιητὴς φησὶν κατα ληΐδα ὅπη ἄρξειεν ᾿ Αχιλλεύς : νῦν δὲ προσκάθηνται τῇ ᾿ Ιλίῳ ῆ ὅτι πρότερον μὲν οὐκ ηγε σχολὴν πυθέσθαι περὶ αυτῶν τοῦ ᾿ Αχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμ καὶ μόνον ἑαυτὸν επιδεικνυντος καὶ τῷ φόβῳ κατακλείστους ποιῶν ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρίαμος οὐ περὶ τούτων ἀλλα περι τοῦ σώζεσ τὴν πo νῦν δὲ μηνιῶντος ἐκείνου καὶ ϊσορρόπου τῆς μάχης γεγενημένης ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας . εἰκότως περὶ αυτῶν πυνθάνεται: ἕτεροι δὲ φασὶν ὅτι ἀπο τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον ὡς καὶ Πάνδαρος ἐπι τοῦ Διομήδους λέγει ἀσπίδι γινώσκων αὐλώπιδι τε τροφαλείῃ πρότερον δὲ οὐ τεθέατο οὕτως πάντας ἐνόπλους ὡς νῦν ⁑

Comments on 3.158


msA 3.276: ὥς μοι καὶ τόνδ’ ἄνδρα ἐὰν τὸ ῾ΐνα ἐκ τοῦ ὡς σημαίνηται. ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγο ς ὄφρα ᾿ΐδη πρότερόν τε πόσιν καὶ ὥς μοι τόνδ’ ἄνδρα: βέλτιον δὲ εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντι τοῦ εὐκτικοῦ παραλαμβάνης ⁑

Comments on 3.166


msA 3.285: παῖδά τε τηλυγέτην λέγει τὴν῾ Ερμιόνην : ὁ δὲ Πορφύριος ἐν τοῖς ῾Ομηρικοῖς ζητήμασιν . οὕτως φησὶν. Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ δίεθος παῖδα Μορράφιον ἀφ’ οὗ τὸ τῶν Μορραφίων γένος ἐν Πέρσαις : ὡς δὲ Κιναίθων Νικόστρατος παρα δὲ Λακεδαιμονίοις ῾ Ελένης δύο παῖδες τιμῶνται Νικόστρατος καὶ Αἰθιόλας ⁑

Comments on 3.175


msA 3.286: τηλυγέτην καταχρηστικῶς εἶπεν κυρίως δὲ τηλυγέτοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρεντες: δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννόμενα μᾶλλον ἀγαπᾶσ ⁑

Comments on 3.175


msA 3.249: δενδρέω ἐφεζόμενοι ὅτι Ζηνόδοτος γράφει δένδρει ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος: ερεῖ δένδρει ὡς κάλλει: ὁ δὲ δένδρον ὡς βάθρον: ἐρεῖ δένδρῳ ὡς βάθρῳ: Ὅμηρος δὲ λέγων δένδρεον ὑψιπέτηλον . ὡς χάλκεον: ἐρεῖ καὶ δενδρέω ὡς χαλκέω ⁑

Comments on 3.152


msA 3.253: ἦκα πρὸς ἀλλήλους ὅτι Ζηνόδοτος γράφει ῶκα : εἴτε δὲ ἐπι τῆς Ἑλένης ἐστιν ὅτι ῶκα ἐπορεύετο ἀπρεπὲς ἔσται εἴτε ἐπι τῶν δημογερόντων ὅτι ῶκα διελέγοντο ἀνάρμοστον βραδύλογοι γάρ εισιν οἱ γέροντες ⁑

Comments on 3.155


Scholia group: msAint

msAint 3.250: ὅτι Ζηνόδοτος γ δενδρει

Comments on 3.152


msAint 3.259: ‡ ἑν εστι διο προπερισπαστέον το τοιῇδε ⁑

Comments on 3.157


msAint 3.260: ‡ αινῶς ἀθανατησι ὡς αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματ ⁑

Comments on 3.158


msAint 3.262: περισπαστέον τὸ ως ἀντὶ γὰρ τοῦ ὅμως ⁑

Comments on 3.159


msAint 3.268: ὅτι χωρὶς τοῦ ς γραφειν ὁμηρικώτερον ⁑ ⁑ ⁑

Comments on 3.163


msAint 3.287: δια του κέ συνδεσμου συνειλειπται τά κε γράφετ δὲ καὶ τά γε

Comments on 3.176


previousnext
msA 44vmsA 45v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1