Venetus A (Marciana 454 = 822), folio 44, verso

previousnext
msA 44rmsA 45r

Iliad text (25 lines)


Iliad 3.127: Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων


Iliad 3.128: οὓς, ἕθεν εἵνεκ’ ἔπασχον ὑπ’ ῎ Αρηος παλαμάων:

Commented on by msA 3.206


Iliad 3.129: ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα ῀ Ϊρις :


Iliad 3.130: δεῦρ’ ΐθι νύμφα φίλη: ἵνα θέσκελα ἔργα ἴ̈δηαι

Commented on by msAint 3.209, msAil 3.704, msAim 3.705


Iliad 3.131: Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων:


Iliad 3.132: οἳ πρὶν ἐπ’ ἀλλήλοισι φέρον πολύδακρυν ῎ Αρηα


Iliad 3.133: ἐν πεδίῳ: ὀλοοῖο λιλαιόμενοι πολέμοιο.


Iliad 3.134: οἳ δὴ νῦν ἔαται σιγῇ: πόλεμος δὲ πέπαυται:

Commented on by msA 3.216, msAim 3.706


Iliad 3.135: ἀσπίσι κεκλιμένοι: παρα δ’ ἔγχεα μακρὰ πέπηγεν:


Iliad 3.136: αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος


Iliad 3.137: μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο:


Iliad 3.138: τῷ δέ κε. νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις:

Commented on by msAim 3.707


Iliad 3.139: ὡς εἰποῦσα θεὰ: γλυκὺν ΐμερον ἔμβαλε θυμῷ


Iliad 3.140: ἀνδρός τε προτέροιο καὶ ἄστεος ἠδὲ τοκήων:


Iliad 3.141: αὐτίκα δ’ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν


Iliad 3.142: ὡρμᾶτ’ ἐκ θαλάμοιο. τέρεν κατα δάκρυ χέουσα:


Iliad 3.143: οὐκ οἴη: ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ’ ἕποντο

Commented on by msA 3.227


Iliad 3.144: Αἴθρη Πιτθῆος θυγάτηρ: Κλυμένη τε βοῶπις:

Commented on by msA 3.229, msA 3.233


Iliad 3.145: αῖψα δ’ ἔπειθ’ ΐκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν:

Commented on by msA 3.235


Iliad 3.146: οἱ δ’ ἀμφι Πρίαμον : καὶ Πάνθοον : ἠδὲ Θυμοίτην :


Iliad 3.147: Λάμπόν τε: Κλυτίον θ’: Ἱ̈κετάονά τ’ ὄζον ῎ Αρηος :


Iliad 3.148: οὐκ αλέγων τε καὶ Ἀντήνωρ . πεπνυμένω ἄμφω:


Iliad 3.149: εἵατο δημογεροντες ἐπὶ Σκαιῇσι πύλῃσιν:


Iliad 3.150: γήραϊ δὴ πολέμοιο πεπαυμένοι: ἀλλ’ ἀγορηταὶ

Commented on by msAint 3.241, msAim 3.708


Iliad 3.151: ἐσθλοί. τεττίγεσσιν ἐοικότες, οἵ τε καθ’ ὕλην

Commented on by msA 3.245, msAim 3.709


Other texts (13 passages)


Scholia group: msA

msA 3.206: ‡ οὕς ἔθεν ἐγκλιτικῶς ἀνεγνώσθη δια τὸ μετὰ λαμβανόμ , ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις οὗς αὐτῆς. τοῦτο δὲ ἐπι τῆς ἔθεν φασὶν ὅτι εἰ μὲν εἰς απλῆν μετὰ λαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ: εἰ δὲ εἰς σύνθετον ὀρθοτονητέως δι ὃ κακεῖνα οὕτως ἀνεγνώσθη ἐπεὶ οὐ εθέν ἐστι χερείων οἱ ἕθεν ὤτρυνον : ἐκεῖνο δὲ κατ ορθὴν τάσιν ἀπο έθεν ὤσατο χειρί : ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ πρόσθεν ἕθεν φεύγοντα : ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν ⁑

Comments on 3.128


msA 3.211: πολύ δακρυν ἅρηα εἶτα ἀπο ἄλλης ἀρχῆς. ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω: διὸ τελεία στικτέον: ὑποστικτέον δὲ ἐν ὑποκρίσει ἀνταποδοτικῆς οὔσης τῆς περιόδου ὑποτακτικοῦ δὲ τοῦ προτέρου οι τοῦ δὲ δευτέρου ἀντωνυμίαν δηλοῦντος ⁑

Comments on 3.130-3.134


msA 3.216: πόλεμος δὲ πέπαυται δια μέσου τὸ ἡμιστίχιον πόλεμος δὲ πέπαυται: διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ: στίζομεν δὲ ἀνυποκρίτως ἐπι τὸ πέπαυται ⁑

Comments on 3.134


msA 3.235: Σκαιαὶ πυλαι Δαρδανίας αὐτὰς ἐνίοτε φησί δί ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες : Σκαιαὶ δὲ εἴρηται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς: ἠ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πό κεινται: οἱ δὲ φασὶν ὅτι ἀπο τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας : τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας ⁑

Comments on 3.145


msA 3.233: Αἴθρη Πιτθῆος θυγάτηρ ἑτέρα τῆς Θησέως μτρς ἔστιν αὕτη ἡ Αἴθρα : αἰσχρὸν γὰρ ὑπάρχει θεραπαίνης τρόπω ἀκολουθεῖν τῇ ῾ Ελένῃ τὴν Αἴθραν . ἑκυρὰν νομισθεῖσαν ὡς γὰρ ῾ϊστορεῖ ῾Ελλανικος Πειρίθους καὶ Θησεὺς ὁ μεν Διὸς ὢν ὁ δὲ Ποσειδῶνος συνέθεντο γαμῆσαι Διὸς θυγατέρας καὶ ἁρπάσαντες τὴν ῾ Ελένην κομιδῆ νέαν παρατίθενται εἰς ῎ Αφιδναν τῆς ᾿ Αττικῆς Αἴθρῃ τῆ Πιτθέως μὲν θυγατρὶ μρὶ δὲ Θησέως : οὕτως εἰς ΄ Αδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην οἱ δὲ Διόσκουροι μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν τὴν ᾿ Αττικὴν πορθοῦσιν Αἴθραν δὲ αἰχμαλωίζουσιν ⁑

Comments on 3.144


msA 3.245: ἐσθλοὶ τεττίγεσιν Τιθωνοῦ τοῦ Λαομέδοντος Πριάμου δὲ ἀδελφοῦ ἠράσθη ἡ ῾ Ημέρα ἐξ οὗπερ ἐποίησεν τὸν υἵον Μέμνονα : μακρῶ δε βίῳ δαπανηθέντος ἐκείνου μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεὸς. δι ὃ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής ἱστορεῖ ῾Ελλανικος ⁑

Comments on 3.151


msA 3.246: ἐσθλοὶ τεττίγεσιν ἀρσενικῶς οἱ γὰρ άρσενες μόνοι τεττιγες ἄδουσιν: τούτοις δὲ παρείκασεν τοὺς γέροντας: άναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον ἐπί τε τείχους κάθηντα ⁑

Comments on 3.151-3.152


Scholia group: msAint

msAint 3.241: ασυναλνπτως τῷ γηραϊ αναγνωστεον ⁑

Comments on 3.150


Scholia group: msAil

msAil 3.704: θειά

Comments on 3.130


Scholia group: msAim

msAim 3.706: απο τοῦ ηνται διαλ

Comments on 3.134


msAim 3.707: ὅτι περισσὸς ὁ κε καὶ ὅτι πτῶσις ἐνήλλακτ ἀντι τοῦ δε νικήσαντος ⁑

Comments on 3.138


msAim 3.708: ‡ καὶ γηρεϊ ὡς οὐδεϊ

Comments on 3.150


msAim 3.709: διασταλτεον βραχυ επι εσθλοὶ την γὰρ ἐπιτασιν μαλλον εμφαίνει ⁑

Comments on 3.151


previousnext
msA 44rmsA 45r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1