Venetus A (Marciana 454 = 822), folio 55, verso
previous | next |
---|---|
msA 55r | msA 56r |
Iliad text (25 lines)
Iliad 4.209: βὰν δ’ ἰέναι καθ’ ὅμιλον: ἀνα στρατὸν εὐρὺν Ἀχαιῶν .
Iliad 4.210: ἀλλ’ ὅτε δή ῥ’ ί̈κανον ὅθι ξανθὸς Μενέλαος
Iliad 4.211: βλήμενος ἦν. περὶ δ’ αὐτὸν ἀγηγέραθ’ ὅσσοι ἄριστοι
Iliad 4.212: κυκλόσ’, ὁ δ’ ἐν μέσσοισι παρίστατο ἰ̈σόθεος φώς,
Commented on by msA 4.370, msAil 4.822
Iliad 4.213: αὐτίκα δ’ ἐκ ζωστῆρος ἀρηρότος εἷλκεν ὀϊστόν:
Commented on by msAim 4.819
Iliad 4.214: τοῦ δ’ ἐξελκομένοιο πάλιν: άγεν ὀξέες ὄγκοι:
Commented on by msA 4.818
Iliad 4.215: λῦσε δέ οἱ ζωστῆρα παναίολον. ἠδ`’ ὑπένερθε
Iliad 4.216: ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες:
Commented on by msA 4.380
Iliad 4.217: αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ’ ἔμπεσε πικρὸς ὀϊστός.
Iliad 4.218: αἷμ’ ἐκμυζήσας ἐπ’ ἄρ’ ἤπια φάρμακα εἰδὼς
Iliad 4.219: πάσσε. τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων :
Commented on by msA 4.385
Iliad 4.220: Ὄφρα τοὶ, ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον .
Iliad 4.221: τόφρα δ’ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων:
Iliad 4.222: οἳ δ`’ αῦτις κατα τεύχε’ ἔδῠν. μνήσαντο δὲ χάρμης:
Commented on by msA 4.387, msA 4.389, msAil 4.823
Iliad 4.223: Ἔνθ’ οὐκ ὰν βρίζοντα ἴ̈δοις Ἀγαμέμνονα δῖον
Iliad 4.224: οὐδὲ καταπτώσσοντ’. οὐδ’ οὐκ ἐθέλοντα μάχεσθαι.
Commented on by msAim 4.820
Iliad 4.225: ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν:
Iliad 4.226: ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ:
Commented on by msAim 4.821
Iliad 4.227: καὶ τοὺς μὲν θεράπων ἀπάνευθ’ ἔχε φυσιόωντας
Iliad 4.228: Εὐρυμέδῶν . υἱὸς Πτολεμαίου Πειραΐδαο :
Commented on by msA 4.400
Iliad 4.229: τῷ μάλα πολλ`’ ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μιν
Iliad 4.230: γυῖα λάβῃ κάματος, πολέας διακοιρανέοντα:
Iliad 4.231: αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
Iliad 4.232: καί ῥ’ οὓς μὲν σπεύδοντας ἴ̈δοι Δαναῶν ταχυπώλων.
Commented on by msA 4.404
Iliad 4.233: τοὺς μάλα θαρσύνεσκε παριστάμενος, ἐπέεσσιν:
Other texts (9 passages)
Scholia group: msA
msA 4.368: ‡ βλήμενος ην: ὑποστικτέον εἰς τὸ ἦν καὶ κυκλόσε ὧν ἡ δευτέρα ἀνυπώνυμίακριτός ἐστι δια μέσου δὲ ταύτα ⁑
Comments on 4.211-4.212
msA 4.818: τοῦ δ’ ἐξελκὸμενοιο πάλιν ἅγεν: τὸ πάλιν εἰ μέντοι τοῖς ἡγουμένοις συντάττοιμεν ἔσται τὸ ἅγεν ἀντι τοῦ κατεάχθησαν ὡς νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος : ἤτοι συνεσταλμένης τῆς ἀρχῆς ποιητικῶς ἡ τοῦ ε ἄφηρημένου ἀπὸ τοῦ ἔαγεν . ἐὰν δὲ τοῖς ἑξῆς προσδῶμεν αὐτῷ ἔσται εἰς τοῦ πίσω ἤχθησαν τοῦτ έστιν ὕπέστρεψαν ⁑
Comments on 4.214
msA 4.380: ζῶμά τε: ὅτι πάλιν τοῦ ζώματος μνησθεὶς τὸν θώρακα παραλέλοιπεν ⁑
Comments on 4.216
msA 4.394: ἔνθ’ οὐκ ἂν ὅτι ἡ διπλῆ ὅτι οὑ προς ὑφεστὼς πρόσωπον ἄλλ αντι τοῦ ιδέ τις ἂν
Comments on 4.223
msA 4.400: Εὐρυμέλων : ὅτι καὶ Ἀγάμεμνονος και Νέστορος ὁμωνυμως ἦν ἡνίοχος Εὐρυμέλων τὸ δε Πειραΐδαο ἐν τεσσαρσι συλλαβαῖς προφέρεται τὴν ευθ τοῦ πατρωνυμικοῦ καὶ οἱ ἄλλοι Τυραννίων δὲ καὶ αἱ ἄλλοι τρισυλλαβως λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρα τῷ ποιητῇ ἔχει προ τέλους διεσταλμένον τὸ ϊ ἀπο ἑτέρου φωνήεντος οἶον Πανθοίδης , Βοηθοίδης Πηλείδης , οὐδ’ ἄρα τοῦτο: ὑπερ δὲ τοῦ τετρασυλλαβως ἀναγινώσκειν ἔχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελες ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ καὶ ὅτι οὐκ έχομεν ἑκεῖνο λέγειν ὡς ὅτι ἐντελές ἐστι τὸ κατα διάλυσιν τοῦ ϊ , καὶ ὅτι οὐκ ἐχομεν τοιοῦτό τι πατρωνυμικὸν ὃ κατα σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ϊ προ τούτου παρα τὸ Πειραιὸς οὖν Πειραΐδης ἐγένετο ⁑
Comments on 4.228
msA 4.404: καίρ’ οὒς μὲν σπεύδοντας: ὅτι τὸ σπεύδοντας οὐχ οἷον ταχύνοντας ἀλλ’ ἐνεργουντας καὶ κακοπαθουντας, σπουδῇ δ’ έζετο λαὸς μετὰ πασης κακοπ ⁑
Comments on 4.232
msA 4.385: χείρων: εἷς τῶν Κενταύρων εὑρετὴς ϊατρικῆς καὶ λυρικῆς υἱὸς Κρόνου καὶ φιλύρας ἠ ὡς ἔνιοι Ποσειδωνος :
Comments on 4.219
msA 4.389: χάρμης: χάρμη ἡ μάχη ἤτοι κατ εναντιότητα ἠ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν ⁑
Comments on 4.222
Scholia group: msAim
msAim 4.819: Ἀρισταρχ Ϊακως ἕλκεν καὶ αἱ πλείους ⁑
Comments on 4.213
previous | next |
---|---|
msA 55r | msA 56r |