Venetus A (Marciana 454 = 822), folio 56, recto
previous | next |
---|---|
msA 55v | msA 56v |
Iliad text (25 lines)
Iliad 4.234: Ἀργεῖοι : μή πω τι μεθείετε θουριδος ἀλκῆς:
Iliad 4.235: οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζευς ἔσσετ’ ἀρωγός:
Commented on by msAint 4.1001, msA 4.405
Iliad 4.236: ἀλλ’ οἵ περ πρότεροι ὑπερόρκια δηλήσαντο.
Iliad 4.237: τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες έδονται:
Iliad 4.238: ἡμεῖς δ’ αὖτ’ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
Commented on by msAint 4.410
Iliad 4.239: ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν:
Iliad 4.240: Οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο.
Iliad 4.241: τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν:
Iliad 4.242: Ἀργεῖοι ϊόμωροι: ἐλεγχέες: οὔ νῠ σέβεσθε:
Commented on by msAil 4.828, msAil 4.829
Iliad 4.243: τίφθ’ οὕτως ἕστητε , τεθηπότες ἠΰτε νεβροί
Commented on by msA 4.415, msAim 4.824
Iliad 4.244: αἵ τ’ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
Commented on by msA 4.421
Iliad 4.245: ἑστᾶσ’: οὐδ’ ἄρα τίς σφι μετὰ φρεσὶ γείνεται ἀλκή:
Commented on by msAext 4.830, msAim 4.825
Iliad 4.246: ὡς ὑμεῖς έστητε, τεθηπότες. οὐδε μάχεσθε:
Commented on by msAim 4.826
Iliad 4.247: ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν. ἔνθά τε νῆες
Commented on by msAim 4.827
Iliad 4.248: εἰρύατ’ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης:
Iliad 4.249: ὄφρα ἴ̈δητ’. αἴ κ’ ὕμμιν ὑπέρσχῃ χεῖρα Κρονίων :
Commented on by msA 4.431
Iliad 4.250: Ὡς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
Iliad 4.251: ἦλθε δ’ ἐπὶ Κρήτεσσι : κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν:
Commented on by msAint 4.434, msA 4.437
Iliad 4.252: οἱ δ’ ἀμφ’ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο:
Iliad 4.253: Ἰ̈δομενεὺς μὲν ἐνι προμάχοις, συῒ είκελος ἀλκὴν:
Commented on by msA 4.438
Iliad 4.254: Μηριόνης δ’ ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας:
Commented on by msA 4.441
Iliad 4.255: τοὺς δὲ ἰ̈δὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
Iliad 4.256: αὐτίκα δ’ Ἰ̈δομενῆα προσηύδα μειλιχίοισιν:
Iliad 4.257: Ἰ̈δομενεῦ : περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
Iliad 4.258: ἠμὲν ἐνὶ πτολέμῳ: ἠδ’ ἀλλοίῳ ἐπὶ ἔργῳ:
Other texts (8 passages)
Scholia group: msA
msA 4.405: ‡ οὐ γὰρ ἐπὶ ψεύδεσσι, Ἀρίσταρχος ἀναγινώσκει ψευδέσσι ὡς σαφέσσι : τοῦτο γάρ φησι θέλει διδοῦν: οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεὶ ὁ Ζευς εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν ψεύδεσσιν ἀνέγνωμεν ὡς βέλεσιν ἵνα ἀπ εὐθείας ἢ ἡ κλίσις. ψεῦδος οὐκ’ ἐρέει . οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης συγκατατίθεται Ἀριστάρχῳ ὁ μέντοι γε Ἑρμαππίας ἀναγινώσκει ψεύδεσσιν ὡς τείχεσσιν ἐπεὶ οὐδέποτε φησὶν οῖδεν ὁ ποιητὴς ἁπολοῦν τὸ ψευδής, ἐν δε σύνθετώ. φιλοψευδής Ἀψευδής . ἢ οῖδεν ἑτέρως λεγόμενον τὸ ψεῦσταί τ’ ὀρχησταί τε . συνεχῶς δε τὸ ψεῦδος ὦ γέρον οὔτι ψεῦδος . ψεῦδος δ’ οῦκ ερέει ἴ̈σκε ψεύδεα πολλὰ , ταῦτα ὁ Ἡρῳδιανος καὶ μᾶ πιστέον Ἀριστάρχω , ἢ τῷ Ἑρμαππίᾳ εἰ και δοκεῖ, ἀληθεύειν:
Comments on 4.235
msA 4.431: αἴ κ’ ὕμμιν: οὕτως τὸ αἴ κ’ ὕμμιν δια τοῦ κ δεῖ σονἀλείφειν ἐστιν γὰρ Ἀιολικῇ ἡ αντωνυμία ⁑
Comments on 4.249
msA 4.437: ανά ουλαμὸν ἀνδρῶν: ἀνα τὸν θόρυβον, κατα τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν: οὑλαμος δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν ⁑
Comments on 4.251
msA 4.441: φάλαγγας: τάξεις τῶν στρατιωτῶν εἶπεν ὁ ποιητ ἐπειδὴ τὸ παλιὸν οὐ ξύλοις ἐμάχοντο φάλαγγας δὲ τὰ ξύλα ἑκαλουν οἱ αρχαίοι. ἔτι γοῦν και ἡμεις τὰ ἐκ τῶν ξύλων οἰκοδομήματ φάλαγγας καλοῦμεν ⁑
Comments on 4.254
Scholia group: msAint
msAint 4.410: Αρισταρχ χω τοῦ δε
Comments on 4.238
msAint 4.434: οτ ϊδιως εἴρηκεν αντ τοῦ ὡς ἐπι Κριτὰς ⁑
Comments on 4.251
Scholia group: msAext
msAext 4.830: γίνεται
Comments on 4.245
Scholia group: msAint
msAint 4.1001: γνω
Comments on 4.235
previous | next |
---|---|
msA 55v | msA 56v |