Venetus A (Marciana 454 = 822), folio 57, recto
previous | next |
---|---|
msA 56v | msA 57v |
Iliad text (25 lines)
Iliad 4.284: καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Iliad 4.285: Αἴαντ’ . Ἀργείων ἡγήτορε χαλκοχιτώνων:
Commented on by msA 4.469
Iliad 4.286: σφῶϊ μὲν, οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν, οὔ τι κελεύω:
Commented on by msA 4.470
Iliad 4.287: αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ῖ̈φι μάχεσθαι:
Iliad 4.288: αἲ γὰρ Ζεῦ τε περ . καὶ Ἀθηναίη : καὶ Ἄπολλον :
Iliad 4.289: τοῖος πᾶσιν θυμὸς ἐνι στήθεσσι γένοιτο:
Commented on by msAil 4.837
Iliad 4.290: τῶ κε τάχ’ ημύσειε πόλις Πριάμοιο ἄνακτος
Iliad 4.291: χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε:
Iliad 4.292: Ὡς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ: βῆ δὲ μετ’ ἄλλους:
Iliad 4.293: ἔνθ’ ὅ γε Νέστορ’ ἔτετμε. λιγὺν Πυλίων ἀγορητὴν
Iliad 4.294: οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι:
Iliad 4.295: ἀμφι μέγαν Πελάγοντα Ἀλάστορά τε, Χρομίον τε:
Commented on by msA 4.476
Iliad 4.296: Αἵμονά τε. κρείοντα: Βίαντά τε ποιμένα λαῶν:
Iliad 4.297: ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν.
Iliad 4.298: πεζοὺς δ’ ἐξόπιθεν στῆσεν πολέας τὲ καὶ ἐσθλοὺς
Iliad 4.299: ἕρκος. έμεν πολέμοιο: κακοὺς δ’ ἐς μέσσον ἔλασσεν:
Commented on by msAint 4.482
Iliad 4.300: ὄφρα καὶ οὐκ ἐθέλων τις. ἀναγκαίῃ πολεμίζοι:
Iliad 4.301: ἱππεῦσιν μὲν πρῶτ’ ἐπετέλλετο: τοὺς μὲν ἀνώγει
Commented on by msAil 4.838
Iliad 4.302: σφοὺς ἵππους ἐχέμεν, μηδὲ κλονέεσθαι ὁμίλῳ:
Iliad 4.303: μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς.
Commented on by msAint 4.486
Iliad 4.304: οἶος πρόσθ’ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι:
Iliad 4.305: μηδ`’ ἀναχωρείτω: ἀλαπαδνότεροι γὰρ ἔσεσθε:
Iliad 4.306: ὃς δέ κ’ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ’ ἅρμαθ’ ἵ̈κηται.
Iliad 4.307: ἔγχει ὀρεξάσθω ἐπει ῆ. πολὺ φέρτερον οὕτω:
Commented on by msA 4.494, msA 4.489, msAext 4.840
Iliad 4.308: ὧδε καὶ οἱ, πρότεροι πόλεας καὶ τείχε’ ἐπόρθεον:
Commented on by msA 4.495, msAext 4.841, msAil 4.839, msAim 4.836
Other texts (15 passages)
Scholia group: msA
msA 4.469: ἡγήτορε: τοῦτο προτρεπτικῶς. ἠ προμάχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἑλλήνων ἐν ταῖς μάχαις ⁑
Comments on 4.285
msA 4.470: σφῶϊ μὲν: διαστολὴ ἐπι τὸν μεν ἐπὶ δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος ⁑
Comments on 4.286
msA 4.476: ἀμφι μέγαν Πελάγοντα : ὅτι τρίτος οὗτος Χρομίος Πύλιος πρὸς τὰ Πυλαιμένους : οὗτοι δὲ ταξιάρχαι ὑπῆρχον: βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ ⁑
Comments on 4.295
msA 4.478: ἱππῆας μὲν πρῶτα: πρώτους εἰκὸς εἰρῆσθαι τοὺς ἐπι τοῦ δεξιοῦ κέρως ἑστώτας, ὅπιθεν δὲ τοὺς ἐπι τοῦ ἀριστεροῦ ὡς εἰκὸς μεταξὺ τετάχθαι τοὺς δειλούς: οὕτω γὰρ λόγον ἕξει τὸ ὄφρα καὶ οὐκ εθέλων τις ἀναγκαίῃ πολεμίζειν : ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα οὐ κατα βάθους, μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλεν ⁑
Comments on 4.297-4.299
msA 4.494: πολὺ φέρτερον κατα πολὺ κρεῖττον τοῦτο τὸ ῥῆμα κατα τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται: καὶ οἱ μὲν φασὶν παραγγέλλειν αὐτὸν ἵνα ὃς ἂν πολεμίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγενηται μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτον ἐν ἀγνοίᾳ τοῦ ήθους τῶν ἵππων δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους ὁ έστι πολεμείτω ⁑
Comments on 4.307
msA 4.489: ‡ ἔγχει ορεξάσθω: ἡ διπλῆ πρὸς τὸ σημαινόμενον ὅτι ἐκ τοῦ ἔγχει ὀρεξάσθω ἐστὶν ἔγχει παταξάτω τις αὐτῶν ὥστε παραλείπει τὸ τίς καὶ τὸ αὐτόν, καὶ τὸ ἐπιλεγόμενον τοῦτο σύν ἵστησιν ἔπειὴ πολὺ φερτερον οὕτω τὸ ἔνα τεθνᾶναι ἠ τὴν όλην τάξιν συγχυθῆναι ⁑
Comments on 4.307
msA 4.495: πολέας: ουτ Ἀρισταρχ προ παροξύνει καὶ ἐπι τῶν πολέων τὸ σημαινόμενον ἐκ δέχεται ᾧ συγκατατιθεται καὶ ὁ Ἀσκαλωνίτης λέγων ὅτι καὶ δια τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ δια τοῦ ϊ δια μὲν τοῦ ϊ ἐκ πόλιος δ’ ἄλοχον πολλεών ἐκ πολλίων . δια δε τοῦ ε πόλεως χρυσείην. ἑκατὸν πόλεων: πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπι τῶν πόλεων τὸ σημαινόμενον ἐπεὶ καὶ τείχεα ἐπιφέρει ⁑
Comments on 4.308
Scholia group: msAint
msAint 4.479: διασταλτέον ἐπι τὸ ὄχεσφι κοινὸν γὰρ τὸ στῆσε ⁑
Comments on 4.297-4.298
msAint 4.486: οτ ἀπέστρεφε τὸν λόγον δια τω ἑξῆς σχηματίσας ὡς ἂν αὐτὸς ὁ Νεστωρ εἴποι ⁑
Comments on 4.303
Scholia group: msAim
msAim 4.836: Ηρωδιανος δια τοῦ ε πολεας ⁑
Comments on 4.308
Scholia group: msAil
msAil 4.837: πέσοι
Comments on 4.289
msAil 4.838: γὰρ
Comments on 4.301
msAil 4.839: οἱ πάλαι
Comments on 4.308
Scholia group: msAext
msAext 4.840: κρατῆσας ἐπιβη μαχεται μῆ εξελαῦνειν σπουδαζειν οἱ δὲ ουτ ὅς τις δ’ αν φησὶ ἀποπεσῃ τοῦ ἰδιου αρματ
Comments on 4.307
msAext 4.841: πόλιας
Comments on 4.308
previous | next |
---|---|
msA 56v | msA 57v |