Venetus A (Marciana 454 = 822), folio 57, verso

previousnext
msA 57rmsA 58r

Iliad text (25 lines)


Iliad 4.309: τόνδε νόον καὶ θυμὸν ἐνι στήθεσσιν ἔχοντες.


Iliad 4.310: Ὡς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εῦ εἰδώς:

Commented on by msA 4.499


Iliad 4.311: καὶ τὸν μὲν γήθησεν ἰ̈δὼν κρείων Ἀγαμέμνων .


Iliad 4.312: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηῦδα :


Iliad 4.313: ὦ γέρον: εἴθ’ ὡς θυμὸς ἐνι στήθεσσι φίλοισιν.


Iliad 4.314: ὥς τοι γούναθ’ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη:


Iliad 4.315: ἀλλά σε γῆρας τείρει ὁμοίϊον: ὡς ὄφελέν τις

Commented on by msA 4.506, msAim 4.844


Iliad 4.316: ἀνδρῶν ἄλλος ἔχειν: σὺ δὲ κουροτέροισι μετεῖναι:


Iliad 4.317: Τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ :


Iliad 4.318: Ἀτρείδη : μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς


Iliad 4.319: ὡς έμεν. ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκτᾱν .

Commented on by msA 4.510, msAim 4.845


Iliad 4.320: ἀλλ`’ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν:

Commented on by msA 4.513


Iliad 4.321: εἰ τότε κοῦρος ἔα: νῦν αὖτέ με γῆρας ἱ̈κάνει:

Commented on by msAim 4.846


Iliad 4.322: ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέσσομαι. ἠδὲ κελεύσω


Iliad 4.323: βουλῇ καὶ μύθοισι. τὸ γὰρ γέρας ἐστὶ γερόντων:


Iliad 4.324: αἰχμὰς δ’ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο


Iliad 4.325: ὁπλότεροι γεγάασι, πεποίθασίν τε βίηφι:

Commented on by msA 4.843


Iliad 4.326: Ὡς ἔφατ’: Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ:


Iliad 4.327: εὗρ’ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον

Commented on by msA 4.523


Iliad 4.328: ἑσταότ’, ἀμφὶ δ’ Ἀθηναῖοι μήστωρες ἀϋτῆς:


Iliad 4.329: αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις. Ὀδυσσεύς :

Commented on by msAim 4.847


Iliad 4.330: πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ


Iliad 4.331: έστασαν: οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς:

Commented on by msA 4.530


Iliad 4.332: ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες


Iliad 4.333: Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν : οἱ δὲ μένοντες

Commented on by msAim 4.848


Other texts (10 passages)


Scholia group: msA

msA 4.499: ‡ ὡς ὁ γερων ὤτρυνε: τοῦτο ὁ ποιητὴς λέγει καθ εαυτὸ οὐ προσεκτέον γὰρ τοῖς μίαν ὁμοιωματικὴν εἴναι διάνοιαν οιομένοις ἐν τοῖς τρισὶ στίχοις ὧδε καί οἱ πρότεροι π τόνδε νόον καὶ θυμὸν ὡς ὁ γέρων ὤτρυνε . οἶον τοῦτον τὸν τρόπον ἐστρατήγουν οἱ παλαιοὶ ὡς ὁ Νέστωρ : πρὸς δὲ τῷ γέλοιον εἶναι τὸ διανόημα: οὐδὲ εἰώθει μετάβασιν τοιαύτην ὁ ποιητὴς ἀπο τῶν προσώπων ποιεῖσθαι ⁑

Comments on 4.310


msA 4.506: ὁμοίϊον: ἵστεον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπι τοῦ φαύλου λαμβάνει οἷον ὡς ἐνταῦθα ἀλλά σε γήρας τειρει ὁμοιΐον . καὶ ἀλλ ἥτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ ἢμι φίλω: ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁπότ ἂν τελος ἔλθῃ ὁμοίϊον πτολέμοιο:

Comments on 4.315


msA 4.510: κατέκταν: Πύλιοι καὶ Ἁρκάδες περὶ γῆς ὅρον ἐπολέμουν περι τὸ καλούμενον ὄρος Ἀγκαὶον : Νεστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλεν: καὶ ὑπο χαρᾶς τὸ περιορισθ χωρίον παρεξῆλθεν: ἔτι δὲ σκαρίζοντ τοῦ Ἐρευθαλίωνος ἑφωρμήσαντες τοῖς Πυλίοις συνέβαλον καὶ οὕτως ἐνίκησαν θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ. τόδε τὸ ἐπίγραμμα: ἐνθαδ’ Ἐρευθαλίωνι φίλοις τ’ ἐπι τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆες γενος ἔξοχον Ἱ̈ππομέδοντος εἴ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο ἱστορεῖ Ἀρίαιθ : κατέκταν δὲ μετα τοῦ ν αἱ Ἀριστάρχου καὶ ἐν ἐκτάσει τοῦ α Δωρικῆ οὖσα ὡς ἔβαν ἐγώ . ἡ γὰρ χρῆσις τοιαύτη ἦν πἀρα Ἀττικοῖς : παρα γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ϊκανὰ ἐξέπιπτεν: δεύτερος μὲν αὐτὸς ἀόριστος οφείλων εἶναι κοινῶς εκτην: γινόμενος δὲ κατα Δωρίδα ἕκταν ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς . Εὐριππιδ Πλεισθένει : οὐ τὸν σὸν ἔκταν πατέρα πολέμιόν γε μὴν : Αἰσχύλος δὲ Παλαμίδῃ τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης : καὶ ἐν Σεμέλη . ἠ ὑδροφόροις Ζεὺς ὃς κατέκτα τούτου ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν: ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν καὶ τρίτον πρόσωπον πληθυντικὸν α αο παθητικοῦ κατα συγκοπήν. οὐδε τίς Αἰγίσθου ἀλλ’ έκταθεν ἐν μεγάροισι καὶ μέσον δεύτερον ἀόριστον ἐνεργηται Τεῦκρε πέπον δῆ, νῶϊν ἀπέκτατο πιστος ἑταὶρος ὃ ἀκόλουθον ἀπαρέμφατον τὸ κτᾶσθαί τε πολίτας μετοχαί τε σημαίνουσαι τὸ κτῆμι ἥ τε κτὰς καὶ κτάμενος . ἀπαρέμφατον τὲ τὸ κτάμεναι ὑγειῶς ἄρα Ἀρίσταρχος ἔκταν γράφει ὡς έκταν εγώ ⁑

Comments on 4.319


msA 4.843: ὁπλότεροι : ὅτι παραλλήλως νεώτεροι μὲν ἀντι τοῦ νέοι ὁπλότεροι δὲ συγκριτικῶς ἀντι τοῦ εμοῦ νεώτεροι. οὐδέποτε γὰρ ἀντι τοῦ νέοι εἴρηκεν τὸ ὁπλότεροι τὸ δὲ νεώτεροι κατ αμφοτέρων τίθεται παρ αυτῷ καὶ συγκριτικῶς καὶ ἀπολελυμένως ⁑

Comments on 4.325


msA 4.530: ἕστασαν: οὐ γάρ πω σφιν ἀκούετο , ὅτι τὸ ἀκούετο ἀντι τοῦ ἤκουεν καὶ ὅτι πτῶσις ἤλλακται: οὐ γάρ πω αὐτοῖς ἤκουεν ἀντι τοῦ ἀυτῶν ⁑

Comments on 4.331


Scholia group: msAim

msAim 4.844: οτ οἱ Γλωσσογράφοι ὁμοίϊον τὸ κακόν:

Comments on 4.315


msAim 4.845: ουτ Ἠρωδιανὸς μετα τοῦ ν κατέκταν :

Comments on 4.319


msAim 4.846: Ἀρισταρχ γῆρας ὀπάζει ἐπείγει ἐλαύνει ἀπο δε τοῦ κατοπιν ἐσχημάτισται ⁑

Comments on 4.321


msAim 4.847: ουτ Ἀρίσταρχ Ϊακῶς ἐστήκει ⁑

Comments on 4.329


msAim 4.848: Ἀρίσταρχ χωρὶς τοῦ θ Τρώων ἱπποδάμων : δὲ Αχαιῶν άμεινον ακούειν ἐπ Αχαιούς ⁑

Comments on 4.333


previousnext
msA 57rmsA 58r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1