Venetus A (Marciana 454 = 822), folio 58, recto
previous | next |
---|---|
msA 57v | msA 58v |
Iliad text (25 lines)
Iliad 4.334: έστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν,
Commented on by msA 4.536, msAil 4.853
Iliad 4.335: Τρώων ὁρμήσειε, καὶ ἄρξειαν πολέμοιο:
Iliad 4.336: τοὺς δὲ ἰ̈δὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 4.337: καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηῦδα :
Iliad 4.338: ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος:
Commented on by msAim 4.849
Iliad 4.339: καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
Commented on by msAint 4.542, msA 4.541, msAil 4.1003
Iliad 4.340: τίπτε καταπτώσσοντες ἀφέστατε μίμνετε δ’ ἄλλους:
Iliad 4.341: σφῶϊν μέν τ’ ἐπέοικε μετα πρώτοισιν ἐόντας
Iliad 4.342: ἑστάμεν. ἠδὲ μάχης καϋστειρῆς ἀντιβολῆσαι:
Iliad 4.343: πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο.
Commented on by msA 4.549
Iliad 4.344: ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί :
Commented on by msA 4.551
Iliad 4.345: ἔνθα φίλ’ ὀπταλέα κρέα έδμεναι. ἠδὲ κύπελλα
Commented on by msAim 4.850
Iliad 4.346: οἴνου πινέμεναι μελιηδέος: ὄφρ’ ἐθέλητον:
Commented on by msAim 4.851
Iliad 4.347: νῦν δὲ φίλως χ’ ορόωτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
Iliad 4.348: ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ:
Iliad 4.349: Τὸνδ`’ ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη πολύμητις Ὀδυσσεύς :
Iliad 4.350: Ἀτρείδη . ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων:
Commented on by msA 4.558
Iliad 4.351: πῶς δὴ φῂς πολέμοιο μεθειέμεν : ὁππότ’ Ἀχαιοὶ
Iliad 4.352: Τρωσὶν ἐφ’ ἱ̈πποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα :
Iliad 4.353: ὄψεαι ἢν κ’ ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ
Iliad 4.354: Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
Commented on by msA 4.563
Iliad 4.355: Τρώων ἱ̈πποδάμων: συ δὲ ταῦτ’ ἀνεμώλια βάζεις:
Iliad 4.356: Τὸν δ`’ ἐπὶ μειδήσας προσέφη κρείων Ἀγαμέμνων
Iliad 4.357: ὡς γνῶ χωομένοιο: πάλιν δ`’ ὅ γε λάζετο μῦθον:
Commented on by msAim 4.852
Iliad 4.358: διογενὲς: Λαερτιάδη : πολυμήχαν’ Ὀδυσσεῦ :
Other texts (15 passages)
Scholia group: msA
msA 4.536: ‡ ἔστασαν ὁπποτε πύργος: πύργος τάξις, συνεστηκεν δὲ πυργος ἐκ τ εξήκοντ ανδρῶν ὁ δὲ τρόπος μεταφορά: ⁑
Comments on 4.334
msA 4.537: Τρώων ὁρμήσειε. ὅτι ἡ διπλὴ προς τὸ σχῆμα δι ὅτι ἐλλείπει ἡ επὶ καὶ πτῶσις ενήλακται. ἔστι γὰρ ἀντι τοῦ ὡς ἐπι Τρώας ὀρμήσειεν ὅτι δὲ ἡ κατὰ Ἀρισταρχόν ἔχει καὶ τὸ Ἀχαιῶν ἄμεινον ἀκούειν ἐπ Αχαιοὺς πιθανὸν γὰρ ἐπιμενειν τοὺς Ἕλληνας ἕως ἂν προ ἐπιχειρήσωσιν ἀυτοῖς οἱ βάρβαροι καὶ τρόπον τινὰ δεύτερον μετὰ Πάνδαρον παρασπονδίσωσιν : δι ὃ καὶ μήποτε ἄμεινον ἐν τῇ πολυστίχῳ φέρεται, ἕστασαν ὁππότε κέν τις ἐναντίον ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειεν καὶ ἄρξειεν πολέμοιο ⁑
Comments on 4.334-4.335
msA 4.541: κεκασμένε: ἐπι κακοῦ ἐκέκαστο κλεπτοσύνη θ’ ὅρκῳ τ’ε ⁑
Comments on 4.339
msA 4.549: πρώτω γὰρ. ὅτι συλληπτικῶς τὸ τῷ Ὀδυσσεῖ συμβεβηκὼς καὶ ἐπι τοῦ Μενεσθέως κεκοινοποίηκεν οὐ γὰρ ὁ Μενεσθεὺς ἐστι τῶν ἑπτὰ γεροντων ἀλλ’’ Ὀδυσσεὺς Διομήδης οὐδε σὺν τῷ Ἀγαμέμνονι εὐωχεῖται: καὶ ὅτι ἀκουάζεσθον εἶπε τροπικῶς ἀντι τοῦ ἐπαισθάνεσθαι: ἐπεὶ ἡ ἀκοὴ εἶδος ἐστιν αἰσθήσεως, καὶ τὸ οὐδε πληγὴς ἀΐοντες , οὐ λέγει δὲ τῆς εμῆς δαιτὸς πρῶτοι ἀκούετε. ἀλλα πρώτοι μου ἀκούετε περὶ δαιτός οὔτως Ἀρίσταρχ λείπειν δὲ φασι τὴν περὶ εθίμως ἵν’ ἦ οἳ περὶ δαιτος πρώτοι εμου μετα λαμβάνεται οὕτως Ἀπολλώ ἐν τῷ περι αντωνυμιῶν ⁑
Comments on 4.343
msA 4.552: ἔνθα φίλ’ οπταλέα: οὗτοι ἐν μεν τοῖς ὑπομνήμασιν. οὐκ αθετοῦνται ἐπαιτιῶνται δὲ αὐτοὺς οἱ ἡμέτεροι ὡς ἀπρεπῶς καὶ παρα τὰ πρόσωπα εἰς κρεάδιον ὀνειδίζοντος τοῦ Ἀγαμέμνονος ⁑
Comments on 4.345-4.346
msA 4.551: ὁπποτε δαῖτα γέρουσιν: ὡς τὸ γερούσιον αἴθοπα οἶνον : αἰσχρον δὲ τὸ ἐν συμποσίῳ τοῖς ἀρίστοις καταλέγεσθαι ἐν δὲ πολέμῳ τοῖς ἐσχάτοις ⁑
Comments on 4.344
msA 4.559: πῶς δὴ φὴς: ἀμφίβολος ἡ ἀνάγνωσις ήτοι γὰρ εἰς τὸ μεθιέμεν διαστολη: στιγμὴ δὲ τελεία εὶς τὸ Ἄρηα ἢ εἰς τὸ μεθιεμεν τελεία στιγμὴ. ὑπο στιγμὴ δὲ εἰς τὸ Ἄρηα . ὃ καὶ βελτιον ἵνα λέγῃ τότε φανήσεσθαι ἀνδρείως, ὁππότ αν πόλεμος ᾖ ⁑
Comments on 4.351-4.353
msA 4.558: ἕρκος ὀδόντων: ὁποῖον τοῦτον λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν: ἕρκος γάρ φησιν τὸ περίφραγμα τῶν ὀδόντων τὰ χείλη περιφραστικῶς ⁑
Comments on 4.350
Scholia group: msAint
msAint 4.542: οτ Ζηνοδ γραφει φαίδιμ Οδ ασυμφώνως δὲ τῇ ἐπιπλήξει φαίδιμ ἂ νὺν λέγοιτο ⁑
Comments on 4.339
Scholia group: msAim
msAim 4.849: τὸν Μενεσθέα :
Comments on 4.338
msAim 4.850: λειπ τὸ εστ :
Comments on 4.345
msAim 4.851: δασυντέον τὸ μελιἡδε ⁑
Comments on 4.346
msAim 4.852: προς τὸ σχημ οτ τῇ γενικῇ ἀντι τῆς αἰτιατικης ⁑
Comments on 4.357
Scholia group: msAil
msAil 4.853: τξ ἄνδρες ⁑
Comments on 4.334
msAil 4.1003: τὸν Οδ
Comments on 4.339
previous | next |
---|---|
msA 57v | msA 58v |