Venetus A (Marciana 454 = 822), folio 58, verso
previous | next |
---|---|
msA 58r | msA 59r |
Iliad text (25 lines)
Iliad 4.359: οὔτέ σε νεικείω περιώσιον, οὔτε κελεύω.
Commented on by msAil 4.856
Iliad 4.360: οἶδα γὰρ. ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
Iliad 4.361: ἥπια, δήνεα οἶδε: τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ:
Iliad 4.362: ἀλλ’ ἴθι: ταῦτα δ`’ ὄπισθεν ἀρεσσόμεθ’. εἴ τι κακὸν νῦν
Iliad 4.363: εἴρηται: τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν:
Iliad 4.364: Ὡς εἰπὼν, τοὺς μὲν λίπεν αὐτοῦ: βῆ δὲ μετ’ ἄλλους:
Iliad 4.365: εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
Iliad 4.366: ἑσταότ’. ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι:
Iliad 4.367: παρ δέ οἱ, ἑστήκει Σθένελος Καπανήϊος υἱός.
Commented on by msAim 4.854
Iliad 4.368: καὶ τὸν μὲν νείκεσσεν ἰ̈δὼν κρείων Ἀγαμέμνων :
Iliad 4.370: ῴ μοι Τυδέος υἱὲ δαΐφρονος, ἱπποδάμοιο.
Iliad 4.371: τί πτώσσεις. τί δ`’ ὀπιπεύεις πολέμοιο γεφύρᾱς:
Iliad 4.372: οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ῆεν:
Iliad 4.373: ἀλλὰ πολὺ προ φίλων ἑτάρων δηΐοισι μάχεσθαι:
Iliad 4.374: ὡς φάσαν οἵ μιν ἴ̈δοντο πονεύμενον: οὐ γὰρ ἔγωγε
Iliad 4.375: ἤντησ’. οὐδὲ ἴ̈δον: περὶ δ’ ἄλλων φασὶ γενέσθαι:
Iliad 4.376: ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας .
Commented on by msA 4.578
Iliad 4.377: ξεῖνος. ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων.
Commented on by msA 4.579
Iliad 4.378: οἱ δὲ τότ’ ἐστρατόωνθ’ ἱ̈ερὰ πρὸς τείχεα Θήβης :
Commented on by msA 4.582
Iliad 4.379: καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους.
Iliad 4.380: οἱ δ’ ἔθελον δόμεναι: καὶ ἐπῄνεον ὡς ἐκέλευον.
Iliad 4.381: ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων:
Iliad 4.382: οἱ δ’ ἐπεὶ οὖν ᾤχοντο: ἰ̈δὲ πρὸ ὁδοῦ ἐγένοντο.
Iliad 4.383: Ἀσωπὸν δ’ ἵ̈κοντο βαθύσχοινον λεχεποίην,
Commented on by msA 4.588
Iliad 4.384: ἔνθ’ αὖτ’ ἀγγελίην ἐπὶ Τυδῆ . στεῖλαν Ἀχαιοί .
Commented on by msAint 4.592, msAil 4.857, msAim 4.855
Other texts (7 passages)
Scholia group: msA
msA 4.578: ἄτερ πολέμου: Οἱδίπους ἀποβαλων Ϊοκαστην ἐπέγημεν Ἄστυμέδουσαν , ἥτις διεβαλε τοὺς προγόνους ὡς πειράσαντας αὐτήν: ἀγανακτήσας δὲ ἐκεῖνος ἐπειράσατο αὐτοῖς δι αἵματος παραλαβεῖν τὴν χώραν καὶ παρέδωκε τὴν βασιλείαν αὑτοῖς. Ἐτεοκλῆς δὲ ὁ υσ αὐτοῦ ἐξεβαλε Πολυνείκην τὸν αδε αὐτοῦ ὡς πρεσβύτερον παραγενόμενος δὲ ουτ εἰς Ἄργος εὗρε Τυδέα φυγάδα βοηθῶν γὰρ κακεῖνος τῳ πρι τον ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν ἔφυγεν Ἅδραστος δὲ θεάσαμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δορας Τυδέα μὲν συὸς Πολυνείκην δὲ λέοντος συνέβαλε τὸν χρησμόν. ἦν γὰρ αὐτῷ δεδομενον κάπρῳ καὶ λέοντι ζεῦξαι τας θυγατέρας. δίδωσι Τυδεῖ μὲν Διϊπύλην : Ἀργείαν δὲ, Πολυνείκει : πέμψαι δὲ εῖς Μυκήνας συμμαχίαν ἤτει ἐπι Θηβαίους : Θυέστης μὲν προ θύμως εδίδου. σημεία δὲ αὐτὸν ἐκώλυσε φαῦλα επελθόντες οὖν ἐν ταῖς Θήβαις , οἱ γὰρ Ἀργεῖοι πέμπουσι πρεσβευτην Τυδέα . ὃς κατα λαβων γυμνικὸν ἀγῶνα καὶ συμμαχούσης Ἀθηνας νικᾶ τὰ πάντα ὑποστρέφων δὲ πεντήκοντ νεανιας ἐνεδρεύοντας αὐτον. συλλαβὼν ἀναιρεῖ ⁑
Comments on 4.376
msA 4.582: προς τείχεα Θήβης : Θῆβαι εἰσὶν αἱ πᾶσαι τρεῖς ὧν μέμνηται ὁ ποιητ καὶ μία μὲν ὧν ποιεῖται νῦν λόγον Ὑποπλάκιοι ὧν μέμνηται ἐν τῇ καὶ τῇ καὶ αἱ Αἰγύπτιοι περὶ ὧν φησὶν ἐν τῇ ⁑
Comments on 4.378
Scholia group: msAint
msAint 4.592: πλησιασαντες τοῖς Θηβαίοις οἱ Ἀχαιοὶ ἔπεμψαν τὸν Τυδ πρὸς αὐτοὺς ἐντευξόμενον δηλον ὅτι αὐτοις τοῖς Θηβαίοις περι ὡν ενόμιζον ἐγκαλεῖ οἱ Αχαιοι ⁑
Comments on 4.384
Scholia group: msAim
msAim 4.854: ουτ εστήκει Ϊακως Ἀρίσταρχος
Comments on 4.367
msAim 4.855: οτ ἀντι τοῦ ἄγγελον ⁑
Comments on 4.384
Scholia group: msAil
msAil 4.856: περιττον υπερεχ περισσῶς:
Comments on 4.359
msAil 4.857: τὸ ἐπὶ περιττον
Comments on 4.384
previous | next |
---|---|
msA 58r | msA 59r |