Venetus A (Marciana 454 = 822), folio 59, verso
previous | next |
---|---|
msA 59r | msA 60r |
Iliad text (25 lines)
Iliad 4.410: τῶ μή μοι πατέρας πόθ’ ὁμοίῃ ἔνθεο τιμῇ:
Commented on by msA 4.624
Iliad 4.411: Τὸν δ`’ ἂρ ὑπόδρα ἰ̈δὼν προσέφη κρατερὸς Διομήδης .
Iliad 4.412: τέττα σιωπῇ ἧσο. ἐμῷ δ’ ἐπιπείθεο μύθῳ:
Commented on by msA 4.626, msA 4.631, msAim 4.867
Iliad 4.413: οὐ γὰρ ἐγὼ, νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
Commented on by msAext 4.870
Iliad 4.414: ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς :
Iliad 4.415: τούτῳ μὲν γὰρ κῦδος ἅμ’ ἕψεται, εἴ κεν Ἀχαιοὶ
Iliad 4.416: Τρῶας δῃώσωσιν: ἕλωσί τε Ἴ̈λιον ἱ̈ρὴν :
Commented on by msAint 4.636
Iliad 4.417: τούτῳ δ’ αὖ, μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
Iliad 4.418: ἀλλά γε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς:
Iliad 4.419: ῆ ῥα: καὶ ἐξ ὀχέων συν τεύχεσιν ἆλτο χαμᾶζε:
Iliad 4.420: δεινὸν δ’ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
Iliad 4.421: ὀρνυμένου: ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν:
Commented on by msA 4.639
Iliad 4.422: Ὡς δ’ ὅτ’ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
Iliad 4.423: ὄρνυτ’ ἐπασσύτερον, Ζεφύρου ὑπὸ κινήσαντος:
Commented on by msA 4.642
Iliad 4.424: πόντῳ μέν τε πρῶτα κορύσσεται: αὐτὰρ ἔπειτα
Commented on by msAext 4.871
Iliad 4.425: χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει: ἀμφι δέ τ’ ἄκρας
Iliad 4.426: κυρτὸν, ἐὸν κορυφοῦται: ἀποπτύει δ’ ἁλὸς ἄχνην.
Commented on by msA 4.646, msAim 4.868
Iliad 4.427: ὡς τότ’ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
Iliad 4.428: νωλεμέως πόλεμον δέ: κέλευε δὲ οἷσιν ἕκαστος
Iliad 4.429: ἡγεμόνων: οἱ δ’ ἄλλοι ἀκὴν ΐσαν: οὐδέ κε φαίης
Commented on by msA 4.866
Iliad 4.430: τόσσον λαὸν ἕπεσθαι ἔχοντ’ ἐν στήθεσιν αὐδήν:
Iliad 4.431: σιγῇ δειδιότες σημάντορας: ἀμφι δε πᾶσι
Iliad 4.432: τεύχεα ποικίλ’ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο:
Iliad 4.433: Τρῶες δ`: ὥς τ’ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
Commented on by msA 4.652, msAil 4.869
Iliad 4.434: μυρίαι: ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκὸν.
Other texts (11 passages)
Scholia group: msA
msA 4.639: ὀρνυμένου, τοῖς ἄνω προσδότεον τὸ ὀρνυμενου καὶ στικτέον προ αὐτοῦ τελείαι δύναται δὲ καὶ τοῖς ἑξῆς προσδιδόναι τις αὐτῷ τελείας στιγμης προ αυτου οὔσης. ἵν, ᾖ ὁ λόγος ὁρμῶντος αὐτοῦ καὶ τὸν ἀνδρεῖον φόβος κατέλαβεν ⁑
Comments on 4.421
msA 4.631: ᾗσο: οὐκ έπρεπεν αὐτὸν εἰσ πόλεμον προ ερχόμενον καθέζεσθαι: βέλτιον οὖν λέγειν τὸ μετα σιωπῆς ἔσο ⁑
Comments on 4.412
msA 4.642: ‡ Ζεφύρου ὑπο κινήσαντος: Πτολεμαῖος ὁ του Ἀριστονίκου καὶ Νικιας καὶ Τυραννίων ἀναστρέφουσιν: οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν προθεσιν ἔνθεν καὶ φυλάσσεται ὁ τὸνος ὁμοιως τῷ έσκεν ὑφ ἡνίοχος Ποσειδάωνος ὑποδμώς ⁑
Comments on 4.423
msA 4.866: ἡγεμόνων: ἡ διπλῆ ὅτι ὡς πρὸς ὑποκείμενον πρόσωπον λέγει οὐδέ κε φαίης ἀντὶ τοῦ οὐδὲ φαίη τίς ἂν . τὸ δὲ εξης εστιν οἱ δ’ ἄλλοι ἀκὴν ἴσαν σημάντορας δεδιότες τὰ δὲ ἄλλα δια μέσου ⁑
Comments on 4.429
msA 4.646: ἀποπτύει δ’ ἁλὸς ἄχνην: πτύελον γὰρ τῆς θαλάσσης ἐστὶν ὁ ἀφρος ὃν ἐρευγομενη ἐκχεῖ: ἄλλοι δὲ καὶ φύκιον φασίν ⁑
Comments on 4.426
msA 4.652: πολυπαμονος: πάματα καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι ἐκτεινομενου τοῦ α ⁑
Comments on 4.433
Scholia group: msAint
msAint 4.636: οτ θηλυκως τὴν Ἴλιον :
Comments on 4.416
Scholia group: msAim
msAim 4.867: δασυντέον τὸ ἧσο ⁑
Comments on 4.412
msAim 4.868: Ἀρισταρχ δια τοῦ ϊ ϊόν :
Comments on 4.426
Scholia group: msAil
msAil 4.869: πολυκτήμονος:
Comments on 4.433
Scholia group: msAext
msAext 4.870: νεμεσῶ. δοτ
Comments on 4.413
previous | next |
---|---|
msA 59r | msA 60r |