Venetus A (Marciana 454 = 822), folio 60, recto

previousnext
msA 59vmsA 60v

Iliad text (25 lines)


Iliad 4.435: ἀζηχὲς μεμακυῖαι: ἀκούουσαι ὄπα ἀρνῶν:

Commented on by msAim 4.872


Iliad 4.436: ὡς Τρώων ἀλαλητὸς ἀνα στρατὸν εὐρὺν ὀρώρει:


Iliad 4.437: οὐ γαρ δὴ πάντων ῆεν, ὁμὸς θρόος οὐδ’ ἴ̈α γῆρυς:


Iliad 4.438: ἀλλὰ γλῶσσ’ ἐμέμικτο, πολύκλητοι δ’ ἔσαν ἄνδρες:


Iliad 4.439: ὦρσε δὲ τοὺς μὲν Ἄρης : τοὺς δὲ γλαυκῶπις Ἀθήνη :


Iliad 4.440: Δεῖμός τ’: ἠδὲ Φόβος . καὶ Ἔρις ἄμοτον μεμαυῖα

Commented on by msA 4.661


Iliad 4.441: Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε:


Iliad 4.442: ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται: αὐτὰρ ἔπειτα


Iliad 4.443: οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει:


Iliad 4.444: ἥ σφιν, καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ


Iliad 4.445: ἐρχομένη καθ ὅμῑλον: ὀφέλλουσα στόνον ἀνδρῶν:


Iliad 4.446: Οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο.


Iliad 4.447: σύν ρ’ ἔβαλον ῥινοὺς: σὺν δ’ ἔγχεα καὶ μένε’ ἀνδρῶν


Iliad 4.448: χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

Commented on by msA 4.667


Iliad 4.449: ἔπληντ’ ἀλλήληισι: πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει:

Commented on by msA 4.670


Iliad 4.450: ἔνθα δ`’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.


Iliad 4.451: ὀλλύντων τὲ καὶ ὀλλυμένων. ῥέε δ’ αἵματι γαῖα:

Commented on by msAint 4.673


Iliad 4.452: ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι, ῥέοντες:

Commented on by msA 4.676


Iliad 4.453: ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ

Commented on by msAint 4.678


Iliad 4.454: κρουνῶν ἐκ μεγάλων, κοίλης ἔντοσθε χαράδρης:

Commented on by msA 4.681


Iliad 4.455: τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμὴν:


Iliad 4.456: ὡς τῶν μισγομένων γένετο ἰ̈αχή τε φόβος τε:

Commented on by msAint 4.684, msAim 4.873


Iliad 4.457: Πρῶτος δ’ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν

Commented on by msA 4.687, msAim 4.874


Iliad 4.458: ἐσθλὸν ἐνὶ προμάχοισι: Θαλυσιάδην Ἐχέπωλον :

Commented on by msAint 4.690, msA 4.691


Iliad 4.459: τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης:


Other texts (15 passages)


Scholia group: msA

msA 4.656: ὦρσε δὲ τοὺς μὲν Ἄρης : αἱ διπλαὶ ὅτι δια μέσου τῶν Τρωϊκῶν θεῶν τέταχε τὴν Ἀθηνᾶν καὶ ὅτι Δεῖμος καὶ Φόβος Ἄρεος υἱοί: πλανηθεὶς δὲ Ἀντίμαχος ἵππων Ἄρεος ὀνόματα ἀποδέδωκεν Δειμός τ’ ἠδὲ Φόβος πόδας αἰνέτω υἷε θυέλλης ⁑

Comments on 4.439-4.440


msA 4.661: ἄμοτον: ἀπλήρωτον ἀφ οὗ καὶ μότα τὰ ἐπιθέματα τοῖς κοίλοις τραύμασιν ὀθόνια πρὸς ἀναπλήρωσιν τῆς σαρκος ⁑

Comments on 4.440


msA 4.667: χαλκεοθωρήκων: ὅτι ἐξ επαναλήψεως λέγει ἀτὰρ ἀσπίδες: προ εἴρηκεν γὰρ σύν ῤ ἔβαλον ῥινούς ⁑

Comments on 4.448


msA 4.670: ὀρυμαγδός ὀρυμαγδος ἐστι πολεμου ῆχος ἔχων κτύπον ὄπλων: στρατιωτων ἀλαλαγμόν ἡγητόρων παράκλησιν εὐχὴν ἀγωνιώντων: οἱμωγην ἀπολλυμενων θρῆνον ἐπι πεπτωκόσιν: ἔστιν οὖν ὀρυγμαγδος ἔνθα όρνυται όμαδος ⁑

Comments on 4.449


msA 4.676: χείμαρροι: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει ἐπεὶ τὸ ενικον ἐστι χειμάρρους : Νικίας δὲ ὡς εὔζωνοι καὶ μήποτε πιθανώτερον ἵνα ἐκ του χειμάρροος ᾖ γεγονὸς εἶ γε μᾶλλον ἐντελέστερον: οἱ δὲ τὸ ἑνικον ἐν τῇ συνθέσει ἤπερ τὸ συνειλημμενον ὅσσους Ἑλλήσποντος ἀγάρροος στήῃ ἐπ’ ὠκυρρόῳ ποταμῷ ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀψορρόου Ὠκεανοῖο σπανίως δὲ τὸ έτερον χειμάρρους κατ ὄρεσφιν ὄπαξεν ποταμῷ πληθοντι εοικως χειμάρρω : τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος ὤθει δ’ ἐν σάκεϊ πίπτον ῥόος ⁑

Comments on 4.452


msA 4.681: χαράδρης: τῆς ἐγχαράξεως τοῦ ἐδάφους τῆς γιγνομένης ἀπο τῶν καταφερομένων ὀμβρίων ὑδάτων: εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος ⁑

Comments on 4.454


msA 4.687: πρῶτος δ’ Ἀντίλοχος : ὅτι οὐ κατα τὸ ἐσθλὸν πρῶτον Ἀντίλοχον ἀναιροῦντα παράγει ἄλλ ὅτι τάχιστον αὐτὸν παρασυνίστησι δια τῶν ἄλλων καὶ εὐκίνητον:

Comments on 4.457


msA 4.691: ἐσθλὸν ἐνι προμάχοισι: κύριον τὸ δεύτερον. ἐπιθετικῶς γὰρ ὅτε φησὶ ταχύπωλον λέγει καὶ ἐλαιοπώλους : καὶ πατρωνυμικοῖς ἀντι κυρίων οὐ χρᾶται ὅτι μὴ ἐπὶ τοῦ καὶ Αργεάδην πολύμηλον : πῶς οὐ κ’ Αἴας πρῶτος ἠ Διομήδης ἀριστεύει: καὶ φασίν: ὅτι Πύλιοι πρῶτοι συνέρρηξαν: ἄλλοι δὲ. ὅτι ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμος καὶ ταχὺς ὑπόκειται. εἰκότως καὶ φονεύει πρῶτος. ἐμοὶ δὲ δοκεῖ ἀπ ελάσσονος ἦρχθαι τὸν ποιητην τὸ τῆς τύχης αἰνισσόμενον κράτος ⁑

Comments on 4.458


Scholia group: msAint

msAint 4.673: οτ πρὸς τὸ δεύτερον πρωτ ἀπηντηκεν ἡ γὰρ εὐχωλὴ τω ὀλλύντω ⁑

Comments on 4.451


msAint 4.678: τὸ ἄγγος εἰς ὃ μιγνυνται οἱ ποταμοί ⁑

Comments on 4.453


msAint 4.684: οτ τὴν μετ δέους φυγην φόβον εἰρηκεν ⁑

Comments on 4.456


msAint 4.690: οτ ἀδηλον ποτερον κύριον ὁ Θαλυσιάδης ἥ ὁ Ἐχεπωλος ⁑

Comments on 4.458


Scholia group: msAim

msAim 4.872: μηκώμεναι

Comments on 4.435


msAim 4.873: Ἀρισταρχ ιαχη τε πόνος τε οὐ γὰρ γέγονε πω φυγη ⁑

Comments on 4.456


msAim 4.874: συναπτέον κόρυς τὴν εσθλον ἵν ῆ τὰ ἑξης

Comments on 4.457


previousnext
msA 59vmsA 60v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1