Venetus A (Marciana 454 = 822), folio 61, verso

previousnext
msA 61rmsA 62r

Iliad text (24 lines)


Iliad 4.512: οὐ μὰν οὐδ’ Ἀχιλεὺς , Θέτιδος παῖς ἠϋκόμοιο


Iliad 4.513: μάρναται: ἀλλ’ ἐπὶ νηυσὶ χόλον θυμαγέα πέσσει:

Commented on by msAim 4.880


Iliad 4.515: ῶρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ,

Commented on by msA 4.758


Iliad 4.516: ἐρχομένη καθ’ ὅμῑλον, ὅθι μεθίεντας ἴ̈δοιτο:

Commented on by msAext 4.886


Iliad 4.517: Ἔνθ’ Ἀμαρυγκείδην Διώρεα μοῖρ’ ἐπέδησε.

Commented on by msAim 4.881


Iliad 4.518: χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι


Iliad 4.519: κνήμην δεξιτερήν: βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν.


Iliad 4.520: Πείρως Ϊμβρασίδης . ὃς ἂρ Αἰνόθεν εἰληλούθει:


Iliad 4.521: ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς

Commented on by msAim 4.882


Iliad 4.522: ἄχρις ἀπηλοίησεν: ὁ δ’ ὕπτιος ἐν κονίῃσι


Iliad 4.523: κάππεσεν: ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας:

Commented on by msAim 4.883


Iliad 4.524: θυμὸν ἀποπνείων. ὁ δ’ ἐπέδραμεν: ὅς ρ’ ἔβαλέν περ


Iliad 4.525: Πείρως : οῦτα δὲ δουρὶ παρ’ ὀμφαλὸν . ἐκ δ’ ἄρα πᾶσαι


Iliad 4.526: χύντο χαμαὶ χολάδες. τὸν δὲ σκότος ὄσσ’ ἐκάλυψεν:

Commented on by msA 4.771


Iliad 4.527: Τὸν δὲ Θόας Αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶ

Commented on by msAint 4.774, msAim 4.884


Iliad 4.528: στέρνον ὑπὲρ μαζοῖο, πάγη δ’ ἐν πνεύμονι χαλκός:


Iliad 4.529: ἀγχίμολον δέ οἱ ἦλθε Θόας : ἐκ δ’ ὄβριμον ἔγχος


Iliad 4.530: ἐσπάσατο στέρνοιο: ἐρύσσατο δὲ ξίφος ὀξὺ:


Iliad 4.531: τῷ ὅ γε γαστέρα τύψε μέσην: ἐκ δ’ αίνυτο θυμὸν.


Iliad 4.532: τεύχεα δ’ οὐκ ἀπέδυσε, περίστησαν γὰρ ἑταῖροι


Iliad 4.533: Θρήϊκες ἀκρόκομοι: δολὶχ ἔγχεα χερσὶν ἔχοντες:


Iliad 4.534: οἵ ἑ μέγαν περ, ἐόντα: καὶ ἴφθιμον: καὶ ἀγαυὸν

Commented on by msA 4.775


Iliad 4.535: ὦσαν ἀπο σφείων: ὁ δὲ χασσάμενος πελεμίχθη.

Commented on by msA 4.778


Iliad 4.536: ὡς τώ γ’ ἐν κονίῃσι παρ’ ἀλλήλοισι τετάσθην


Other texts (11 passages)


Scholia group: msA

msA 4.758: ‡ Τριτογένεια : ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις. ἡ ἐπι Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα ὅτι γεννηθεὶσαν ἔτρεσαν αὐτην οἱ θεοί ⁑

Comments on 4.515


msA 4.771: ‡ χῦντο χαμαὶ χολάδες: τὰ ἔντερα ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ τοῦτο μηχανησαμένης τῆς φύσεως προς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αυτης πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν: ἤμελλεν γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδεπότε ποιεῖν τὴν ἀπόκρισιν τοιαῦτα γὰρ τὰ νευρώδη πάντα: οἱ δὲ ἐτυμολόγησαν παρα τὸ χεῖσθαι οὐ καλῶς ⁑

Comments on 4.526


msA 4.775: οἵ ε μέγαν περ ἐόντα: ἐγκλητικῶς ἀναγνωστέον ἵνα εἰς ἁπλην ἀντωνυμίαν ἡ μετάληψις γένηται ⁑

Comments on 4.534


msA 4.778: ὠς ἂν ἀπο σφείων: ἡ διπλὴ προς τὸ σημαινόμενον ὅτι τὰ ἐμπησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον ἵνα ἐκπέση ⁑

Comments on 4.535


Scholia group: msAint

msAint 4.774: οτ τὸ βάλε ἐκ βολῆς ετρωσε ⁑

Comments on 4.527


Scholia group: msAim

msAim 4.881: Ἀρισταρχ μοῖρα πέδησε Ϊα ⁑

Comments on 4.517


msAim 4.882: οτ μεταφορικῶς τὸν ἀνένδοτον καὶ σκληρὸν αναιδ λέγει ⁑

Comments on 4.521


msAim 4.883: βραχεῖα διαστ μετα τὸ ρημ ⁑

Comments on 4.523


msAim 4.884: Ἀρισταρχ δια τοῦ α ἀπεσσύμενον ἀπιόντα τὸν Πείρωια ἐν δὲ τῇ ἑτέρᾳ ἑπεσσύμε ἵνα ἐπι τοῦ Θόαντος λέγηται ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον ⁑

Comments on 4.527


msAim 4.885: συναπτέον ἕως τοῦ ἡγεμόνες ⁑

Comments on 4.538


Scholia group: msAext

msAext 4.886: μεθιέντας

Comments on 4.516


previousnext
msA 61rmsA 62r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1