Venetus A (Marciana 454 = 822), folio 62, recto

previousnext
msA 61vmsA 62v

Iliad text (17 lines)


Iliad 5.title: ἰλίαδος ε


Iliad 4.537: ἤτοι ὁ μὲν Θρῃκῶν : ὁ δ’ Ἐπειῶν χαλκοχιτώνων


Iliad 4.538: ἡγεμόνες: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι:

Commented on by msAim 4.885


Iliad 4.539: Ἔνθά κεν οὔ, κ έτι. ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν

Commented on by msA 4.780


Iliad 4.540: ὅς τις έτ’ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ

Commented on by msAint 4.782


Iliad 4.541: δινεύοι κατὰ μέσσον: ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη


Iliad 4.542: χειρὸς ἑλοῦσ’, ατὰρ βελέων: ἀπερύκοι ἐρωήν:


Iliad 4.543: πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ


Iliad 4.544: πρηνέες ἐν κονίῃσι παρ’ ἀλλήλοισι τέταντο ⁑


Iliad 5.1: Ἔνθ’. αῦ Τυδείδῃ Διομήδηϊ̆ Παλλὰς Ἀθήνη

Commented on by msAint 5.6000, msA 5.1000, msAil 5.5033


Iliad 5.2: δῶκε μένος καὶ θάρσος. ἵ̈ν’ ἔκδηλος μετα πᾶσιν

Commented on by msA 5.1001


Iliad 5.3: Ἀργείοισι γένοιτο: ἰ̈δὲ κλέος ἐσθλὸν ἄροιτο:


Iliad 5.4: δαῖέ, οἱ, ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ

Commented on by msA 5.1002


Iliad 5.5: ἀστέρ’ ὀπωρῑνῷ ἐναλίγκιον, ὅς τε μάλιστα

Commented on by msAint 5.6001, msA 5.1003, msA 5.1004


Iliad 5.6: λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο:

Commented on by msAint 5.6002, msA 5.1005


Iliad 5.7: τοῖόν, οἱ, πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων:


Iliad 5.8: ῶρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο:


Other texts (10 passages)


Scholia group: msA

msA 4.780: ‡ ἔνθά κεν οὐκέτι ἔργον: ὅτι περισσὸς ὁ κεν καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται: ἱστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν ου ἀπόφασιν οὐκέτι ἵνα: ᾗ τὸ ἑξης ἀρχῆ έτι : φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις ἐν παρ αλλήλοις οὐκ ἔτι εν παραλλήλοις δύο ὀξείαις. ἵνα τρία μέρη λόγου γένηται οὗ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τί ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσατο καὶ φανέντα: ὅτι διαλόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχὶ ἔννοιαν ἀναδέχεται τοι αύτην ἀπόφασιν γεγονότος πράγματος, οἷον οὐκέτι φιλολογεῖ πρότερον γάρ τις ἐφιλολόγει οὐκέτι περιπατεῖ : ἐὰν οὐν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο. τοιοῦτό τι παραληψόμθ : ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἢν τὸ ἔργον, νῦν δὲ οὐκ ἔτι . ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον: οἱ δὲ κατα παρολκην τὸ ἔτι οἷον τὸ ἐν τῇ ἔνθ’ οὐκ ἔτι ἥνδανε νύμφη ⁑

Comments on 4.539


msA 4.783: δινεύοι κατα μέσον: διασταλτέον μέσον, καὶ ἑλοῦσα ἤρτηται γὰρ ὁ λόγος ἐκ τῶν προκειμένων. ἵν’ ᾖ ἡ διάνοια τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχὼν εἴ γε τις ἄτρωτος διὰ μέσων ἐδύνατο πορευθῆναι ἦγε δὲ αὐτον ἡ Αθ ἁπτομένη τῆς χειρος τὰ φερόμενα ἀπέτρεπε βέλη ⁑

Comments on 4.541-4.542


Scholia group: msAint

msAint 4.782: οτ διέσταλκε τὸ οὔτασαι καὶ τὸ βαλεῖν ⁑

Comments on 4.540


Scholia group: msA

msA 5.1000: ἐνθ’ αὖ Τυδείδῃ Διομήδεϊ πῶς ἐν τῷ Καταλόγῳ δευτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ τῷ δὲ Διομηδει ἀνατίθεται, ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατα πᾶσαν μάχην ἧν ἄριστος: ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὡς ὑπο τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται: οἱ γὰρ νεανίσκοι καὶ θυμώδεις ὑπερεθισθέντες εἰς μεγάλην τὴν επίδοσιν ἀναφέρονται ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περι τῶν νεών⁑

Comments on 5.1


msA 5.1001: δῶκε μένος καὶ θάρσος τὸ μένος ἐστὶ τοῦ σώματος, τὸ δὲ θαρσος τῆς ψυχῆς, ἵνα οὖν δύνηται καὶ θαρρῇ ἀμφότερα αὐτῷ ἔδωκεν: πολὺ γὰρ δύνανται μὲν οὐ θαρροῦσι δέ, θάρσος δέ ἐστι, κατὰ μὲν τοὺς Στωϊκοὺς φιλοσόφους, τὸ ἀσφαλῶς πεποιθέναι αὐτὸν, ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσῃ: κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν ὅσον ἐφ’ ἑαυτῷ: κατα δὲ τοὺς ἐξ Ακαδημείας καὶ τοὺς Ἐρετρικοὺς ἐπίστασθαι θαρραλαῖα: κατα δὲ τοὺς Κυρηναϊκοὺς καὶ Ἐπικουρίους εὐσταθεῖν κατα διάνοιαν καὶ λόγον ἐν δεινῶν ὑπομοναῖς ὡς φησὶν ὁ ποιητὴς καὶ οἱ μυίης θάρσος ἐνί στήθεσσιν ἔθηκα : τί οὖν ἔστι θάρσος, τὸ εὔλογον παράστημα τῆς ψυχῆς θράσος δὲ τοὐναντίον δεόντως οὖν φησὶ μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμις τί ἐστιν ἄνευ θάρσους, οὔτε τὸ θάρσος ἄνευ δυνάμεως: ἱστέον δὲ ὅτι ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον: Θαρσῶ δὲ παρά τισι τιμᾶται ἡ Ἀθηνὰ , θάρσος δὲ τὸ υπο θυ ἔπαρμα: οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος ἀλλα τὸ ἔμφυτον ηὔξησεν, συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα⁑

Comments on 5.2


msA 5.1003: ἀκάματον Ζωῗλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου καὶ μέμφεται τῷ ποιητῇ ὅτι λίαν γελοίως πεπεοίηκεν ἐκ τῶν ὤμων τοῦ Διομήδους καιόμενον πῦρ: ἐκινδύνευσε γὰρ ἂν καταφλεχθεὶς ὁ ἥρως ἔνιοι μὲν οὖν παρειλῆφθαι τὸ ὡς κατα συνήθειαν τῷ ποιητῇ ὡς καὶ ἐν ἑτέροις ὡς οἱ μὲν μάρναντο δέμας πυρὸς καὶ ἐνθάδε τὸ δαῖὲ οί ἀκάμαντον πῦρ ἵν’ ᾖ ὡς πυρὸς φαντασία οὐκ ἰ¨δικῶς πῦρ⁑

Comments on 5.5


msA 5.1004: ἀστερ’ ὀπωρινῷ ϊστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτη, ἠ ὁ μεν ἀστηρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοιας ποιούμενος: ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα ὅπερ μιᾶ φαντασία ὄψεως ὑποπίπτει μετά τινος ἱστοριας τὴν ἀπόδοσιν ἔχων , οἶον ὁ διεζωκὼς δράκων τὰς δύο ἄρκτους, καὶ τὰ λοιπὰ: ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ κύκλω ὃς καὶ βόρειος καὶ ἀεὶφανὴς προσαγορεύεται: ὁ δὲ ἀντικείμενος τούτῳ κύκλος αρκτικὸς καὶ ἀφανὴς καὶ νότειος καλεῖται‡

Comments on 5.5


msA 5.1005: Ὠκεανοῖο λείπει ἡ ἕξ, Ὠκεανὸς δὲ ὁ ὀρίζων παρα τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων, ὥσπερ δὲ ἐπὶ σωματων τὰ λαμπρότερα λελοῦσθαί φαμὲν καὶ ἐπι ἡλίου πέμψεν ἐπ’ Ωκεανοῖο ῥοάων ⁑

Comments on 5.6


Scholia group: msAint

msAint 5.6000: τότε ὅτε πολλοὶ ὄλοντο⁑

Comments on 5.1


msAint 5.6001: ὅτι τὸν Κῦνα λε αστέρα ὁ δὲ τὲ περισσος:

Comments on 5.5


previousnext
msA 61vmsA 62v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1