Venetus A (Marciana 454 = 822), folio 62, verso

previousnext
msA 62rmsA 63r

Iliad text (25 lines)


Iliad 5.9: Ἦν δέ τις ἐν Τρώεσσι Δάρης : ἀφνειὸς ἀμύμων:

Commented on by msA 5.1006, msA 5.1007


Iliad 5.10: ἰ̈̄ρεὺς Ἡφαίστοιο : δύω δέ οἱ υἱέες ἤστην:


Iliad 5.11: Φηγεὺς , Ἰ̈δαῖός τε μάχης εῦ εἰδότε πάσης:


Iliad 5.12: τώ οἱ ἀποκρινθέντε ἐναντίω ὡρμηθήτην


Iliad 5.13: τὼ μὲν ἀφ’ ἵπποιϊν: ὁ δ’ ἀπο χθονὸς ὤρνυτο πεζός:


Iliad 5.14: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ϊόντες.

Commented on by msAim 5.6003


Iliad 5.15: Φηγεύς ῥα πρότερος προἵ̈ει δολιχόσκιον ἔγχος:


Iliad 5.16: Τυδείδεω δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ


Iliad 5.17: ἔγχεος. οὐδ’ ἔβαλ’ αὐτὸν. ὁ δ’ ὕστερος ὤρνυτο χαλκῷ

Commented on by msAim 5.6004


Iliad 5.18: Τυδείδης : τοῦ δ’ οὐχ άλιον βέλος ἔκφυγε χειρὸς.


Iliad 5.19: ἀλλ’ ἔβαλε στῆθος μεταμάζιον. ῶσε δ’ ἀφ’ ἵππων:

Commented on by msA 5.1008


Iliad 5.20: Ἰ̈δαῖος δ’ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον:

Commented on by msA 5.1009


Iliad 5.21: οὐδ’ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο:

Commented on by msAim 5.6005


Iliad 5.22: οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν:

Commented on by msA 5.1010


Iliad 5.23: ἀλλ’ Ἥφαιστος ἔρυτο: σάωσε δὲ νυκτὶ καλύψας:

Commented on by msAil 5.6008


Iliad 5.24: ὣς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴηι:

Commented on by msAil 5.6009


Iliad 5.25: ἵππους. δ’ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς


Iliad 5.26: δῶκεν ἑταίροισιν: κατάγειν κοῖλας ἐπὶ νῆας:


Iliad 5.27: Τρῶες δὲ μεγάθυμοι: ἐπεὶ ἴ̈δον υἷε Δάρητος


Iliad 5.28: τὸν μὲν ἀλευάμενον. τὸν δὲ κτάμενον παρ’ ὄχεσφι.

Commented on by msA 5.1011


Iliad 5.29: πᾶσιν ὀρίνθη θυμὸς: ἀτὰρ γλαυκῶπις Ἀθήνη

Commented on by msAil 5.6010


Iliad 5.30: χειρὸς ἑλοῦσ’ ἐπέεσσι προσηῦδα θοῦρον Ἄρηα .


Iliad 5.31: Ἆρες Ἄρες , βροτολοιγὲ, μιαιφόνε. τειχεσιπλῆτα:

Commented on by msA 5.1012, msA 5.1013, msAim 5.6007


Iliad 5.32: οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς


Iliad 5.33: μάρνασθ’, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ.


Other texts (15 passages)


Scholia group: msA

msA 5.1006: ‡ Δάρης ὡς Χάρης ὁμολογεῖ καὶ ἡ γενικὴ Δάρητος γὰρ ὡς Χάρητος : εἰ γὰρ ὀξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς , ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα ἓν ἔχοντας σύμφωνον εἰς ους περατοῦται κατὰ τὴν γενικήν σαφοῦς πρηνοῦς πρυλοὺς φραδοὺς φραδέος νόου ἔργα τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις περι δὲ τοῦ ψίλητος παρ’ Αἰσχύλῳ , καὶ τοῦ Κουρῆτες τ’ ἐμάχοντο . καὶ τοῦ κριτὴς ἐν τοῖς Περι ὀνομάτων ἀποδώσομεν τὸν λόγον: γέγονε δὲ τὸ Δάρης ἤτοι παρα το δείρω καὶ ἐκδείρω εοικὸς γὰρ ϊερεῖ. καὶ ἐχρήν γε αὐτῷ εἶναι Δέρης ὡς Φέρης , ἐτράπη το ε εἰς α . ἠ παρα τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ ⁑

Comments on 5.9


msA 5.1007: ἢν δέ τις ἐν Τρώεσσι τοῦτο τὸ εῖδος διήγησις λέγεται τρεῖς δὲ ἀρεται διηγήσεως σαφήνεια συντομία πιθανότης ἄπερ ἐνέθηκεν, τὸ ἔθνος τὸ ὄνομα τὴν τυχην : τὸν τρόπον τὴν ἀρχήν τῶν παίδων τὰ ὀνοματα καὶ τὴν ἀρετήν ‡

Comments on 5.9


msA 5.1008: μεταμάζιον οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μεταφρενον καὶ ἐνωπιον παρῆκται δὲ παρα τὸ μαζός καὶ τὴν μετα ὡς παρα τὸ χθονός καὶ τὴν ἐπὶ ἐπιχθόνιος παρα ποταμὸν παραποτάμιος : γίνεται γὰρ καὶ ἀπο δύο λέξεων κατα παράθεσιν ἕν τι παραγωγον ὡς τὸ Νέαπολίτης καὶ ἄλλα μυρία⁑

Comments on 5.19


msA 5.1009: Ἱδαῖος δ’ ἀπόρουσε κατηγορεῖ καὶ τούτου τοῦ τόπου ὁ Ζωΐλος ὅτι λίαν φησιν γελοίως πεποίηκεν ὁ ποιητης τὸν Ἰδαῖον ἀπολιπόντα τοὺς ἵππους καὶ τὸ ἅρμα φεύγειν ηδύνατο γὰρ μᾶλλον ἐπι τοῖς ἵπποις: ἀλλα ῥητέον ὅτι κατέθορε μὲν τοῦ άρματος, ὡς ὑπερασπίσων τὸν ἀδελφόν εὐλαβηθεὶς δὲ τὸν πολέμιον εἰς φυγὴν ἐτράπη: οἱ δὲ λεγουσιν ὅτι εἰδὼς τὸ Διομήδους φίλιππον δια τοῦτο εᾷ τοὺς ἵππους ὅπως περι αυτοὺς γένηται, ἠ ὅτι οὐκ ἔπεισε τῷ συμφέροντι αἱ γὰρ φρένες ταραχθῆσαι παρέπλαγξαν καὶ τὸ σοφόν τοιοῦτος εὑρίσκεται παρ αυτῷ καὶ ὁ Ἀλεξανδρος ἑλκόμενος ὑπο τοῦ ἐχθροῦ καὶ ἀγχόμενος ὑπο τῆς κόρυθος καὶ τῆς παρούσης συμφορᾶς καὶ ἀγνοῶν χρήσασθαι τῷ παρόντι ξίφει κατα τοῦ πολεμίου:

Comments on 5.20


msA 5.1010: οὐδε γὰρ οὐδε κεν ἡ μία περισσὴ ἀπόφα οὐδε γὰρ οὐδε βίη οὐδε γὰρ οὐδε Δρύαντος , καὶ ἐστιν ἡ μία μὲν ἐπι τοῦ πραγματος θατέρα δὲ ἐπι τοῦ προσώπου⁑

Comments on 5.22


msA 5.1011: παρ όχεσφι τὸ παρ όχεσφι , προσδιδόασι τινὲς τοῖς ἑξῆς ἵν ᾖ παρ’ όχεσφι πᾶσιν ὀρίνθη θυμός , καὶ λέγει τοὺς ἁρματηλάτας τεταράχθαι, καὶ ἀλλαχοῦ ἱππηλασθαι φησὶν ἤδη τὰ ἅρματα: βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ τοῦ παρ όχεσφιν τὸν τόπον τῶν ἁρμάτων, ἡ καὶ κυρίως, τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατον ἅμα λέγεσθαι⁑

Comments on 5.28


msA 5.1013: τείχεσιπλῆτα ὅτι Ζηνόδοτος γράφει τείχεσιβλῆτα ὁ τείχη καταβάλλων: Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν: καὶ ἔστιν ἐπιθετον ἀνάλογον τὸ παρὰ Στησιχώρῳ : πυλεμάχῳ ⁑

Comments on 5.31


Scholia group: msAim

msAim 5.6003: ἀντι τοῦ ἐπ αλληλοις

Comments on 5.14


msAim 5.6004: ἀντὶ τοῦ οὐκ επέτυχεν⁑

Comments on 5.17


msAim 5.6005: προς τὴν περίβασιν ὅτι κατα μεταφορὰν τὸ ὑπερμαχῆσαι καὶ τὸ ὃς Χρυσην ἀμφιβέβηκας τοιοῦτόν εστι

Comments on 5.21


msAim 5.6006: προς τὸ σχημα εδει γὰρ τῶν υἱῶν Δαρητος τὸν μὲν αλευόμενον τὸν δὲ κτάμενον ⁑

Comments on 5.27-5.28


msAim 5.6007: παλιλογία⁑

Comments on 5.31


Scholia group: msAil

msAil 5.6008: ψιλοῦται

Comments on 5.23


msAil 5.6009: Ἀιωλικός

Comments on 5.24


msAil 5.6010: ἀντὶ πάντων

Comments on 5.29


previousnext
msA 62rmsA 63r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1