Venetus A (Marciana 454 = 822), folio 63, recto
previous | next |
---|---|
msA 62v | msA 63v |
Iliad text (26 lines)
Iliad 5.34: νῶϊ δὲ χαζώμεσθα: διὸς δ’ ἀλεώμεθα μῆνιν:
Iliad 5.35: ὡς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα :
Iliad 5.36: τὸν μὲν ἔπειτά καθεῖσεν ἐπ’ ἠϊόεντι Σκαμάνδρῳ :
Iliad 5.37: Τρῶας δ’ ἔκλιναν Δαναοί : ἕλε δ’ ἄνδρα ἕκαστος
Commented on by msAim 5.6011
Iliad 5.38: ἡγεμόνων. πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Iliad 5.39: ἀρχὸν ἁλιζόνων Ὀδίον μέγαν ἔκβαλε δίφρου:
Commented on by msAint 5.6018, msA 5.1014, msA 5.1016, msAim 5.6012
Iliad 5.40: πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ: ἐν δόρυ πῆξε
Iliad 5.41: ὤμων μεσσηγὺς. διὰ δὲ στήθεσφιν ἔλασσεν:
Iliad 5.43: Ἰδομενεὺς δ’ ἄρα Φαῖστον ἐνῄρατο Μῄονος υἱὸν
Iliad 5.44: Βώρου : ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει:
Commented on by msAint 5.6019, msA 5.1015
Iliad 5.45: τὸν μὲν ὰρ Ἰδομενεὺς δουρὶ, κλυτὸς ἔγχεϊ μακρῷ
Iliad 5.46: νύξ’ ἵππων ἐπιβησόμενον. κατα δεξιὸν ὦμον:
Commented on by msAim 5.6013
Iliad 5.47: ἤριπε δ’ ἐξ οχέων, στυγερὸς δ’ ἄρα μιν σκότος εἷλε:
Iliad 5.48: Τὸν μὲν ὰρ Ἰδομενῆος ἐσύλευον θεράποντες:
Iliad 5.49: υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον , αἵμονα θήρης:
Iliad 5.50: Ἀτρείδης Μενέλαος ἕλ’ ἔγχεϊ ὀξυόεντι:
Iliad 5.51: ἐσθλὸν θηρητῆρα: δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
Iliad 5.52: βάλλειν ἄγρια πάντα: τά τε τρέφει οὔρεσιν ὕλη:
Commented on by msAim 5.6014
Iliad 5.53: ἀλλ’ οὔ οἱ τότε γε, χραῖσμ’ Άρτεμις ἰοχέαιρα:
Commented on by msAim 5.6015
Iliad 5.54: οὐδὲ ἑκηβολίαι: ᾗσιν τὸ πρίν γ’ ἐκέκαστο:
Iliad 5.55: ἀλλά μιν Ἀτρείδης δουρὶ, κλυτὸς Μενέλαος
Iliad 5.56: πρόσθεν ἕθεν φεύγοντα μετάφρενον ούτασε δουρί:
Commented on by msA 5.1017
Iliad 5.57:
Iliad 5.58: ήριπε δὲ πρηνὴς. ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ:
Commented on by msAim 5.6016
Iliad 5.59: Μηριόνης δὲ Φέρεκλον ἐνῄρατο, Τέκτονος υἱὸν
Iliad 5.60: Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
Commented on by msA 5.1018, msAil 5.6020, msAim 5.6017
Other texts (12 passages)
Scholia group: msA
msA 5.1014: ‡ Ὀδίον μέγαν προ τέλους ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐστιν: τὸ δὲ προσηγορικὸν, ὀδίος ὡς σκότιος . βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπι κυρίων μὲν παροξύνειν ἐπι δὲ προσηγορικῶν προπαροξύνειν Τύχιος , Δολίος κἂν μὴ σχῇ διαστολὴν ὡς τὸ Χρομίος : Πτολεμαῖος μέντοι γε κὰν τῇ Ὀδυσσείᾳ ἀνεγίνωσκεν, Ἀλκίνοος δ’ Ἁλίων προ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινὰ ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος , καὶ ἐν τῇ συνηθ τὸ Κρόνιος ἡ δε διπλὴ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀδίου ⁑
Comments on 5.39
msA 5.1015: Φαῖστον προπερισπᾶται ἐπὶ τοῦ ἥρωος ἐπι δὲ τῆς πόλεως ὀξύνεται ἐς Φαιστὸν μικρὸν δὲ λίθος ⁑
Comments on 5.44
msA 5.1016: ἀρχὸν Ἁλιζόνων ἔθνους Θρακῶν ἄλλοι δὲ εἶπον αὐτὸ ἓν εἶναι τῶν περι τὴν Καρικὴν θάλασσαν οἰκούντων Περσῶν‡
Comments on 5.39
msA 5.1017: ‡οὐδὲ ἑκηβολίαι οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι: ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν ὅτε περι τοῦ πῇ δὴ συνθεσίαι διελαμβάνομεν⁑
Comments on 5.56
msA 5.1018: Ἁρμονίδεω ὅτι ὀνοματοθετικὸς ὁ ποιητὴς καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ, οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν κακεῖ Τερπιάδης δέ τ’ ἀοιδός , καὶ ὅτι ἀμφίβολος, πότερον ὁ Φέρελος ἔπηξεν τὰς ναῦς ἠ ὁ Ἁρμονίδης ἐφ ἃ καὶ Ἀρίσταρχος φέρεται⁑
Comments on 5.60
Scholia group: msAim
msAim 5.6013: προς τὸ φυγεῖν δηλονὅτι⁑
Comments on 5.46
msAim 5.6014: ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τυγχάνειν ⁑
Comments on 5.52
msAim 5.6015: ὅτι Ζηνοδοτος γράφει χραισμεν θανάτοιο πελωρα . ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον
Comments on 5.53
msAim 5.6016: ὅτι απο τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμενος ἐπι στόμα:
Comments on 5.58
msAim 5.6017: ἐν τῇ ετερᾳ τῶν Αρισταρχου δαίδαλα πολλὰ :
Comments on 5.60
Scholia group: msAint
msAint 5.6018: δασυντ τὸ Αλιζόνων οὐ γὰρ ϊστοροῦνται λεγόμενοι:
Comments on 5.39
msAint 5.6019: πο Λυδίας ἡ νῦν Σαρδ ⁑
Comments on 5.44
previous | next |
---|---|
msA 62v | msA 63v |