Venetus A (Marciana 454 = 822), folio 63, verso
previous | next |
---|---|
msA 63r | msA 64r |
Iliad text (25 lines)
Iliad 5.61: τεύχειν, ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη :
Iliad 5.62: ὃς καὶ Ἀλεξανδρῳ τεκτήνατο νῆας ἐΐσας
Commented on by msA 5.1021
Iliad 5.63: ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
Iliad 5.64: οἷ τ’ αὐτῷ. ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
Commented on by msAint 5.6025, msA 5.1019, msA 5.1020
Iliad 5.65: τὸν μὲν Μηριόνης , ὅτε δὴ κατέμαρπτε διώκων,
Iliad 5.66: βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρὸ
Commented on by msA 5.1022
Iliad 5.67: ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή.
Iliad 5.68: γνὺξ δ’ ἐριπ’ οἰμώξας: θάνατος δέ μιν ἀμφ’ ἐκάλυψε.
Commented on by msAim 5.6022
Iliad 5.69: Πήδασον δ’ ὰρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν.
Commented on by msA 5.1023
Iliad 5.70: ὅς ῥα νόθος μὲν ἔην: πύκα δ’ ἔτρεφε δῖα Θεανὼ
Commented on by msA 5.6021
Iliad 5.71: ἶσα φίλοισι τέκεσσι: χαριζομένη πόσεϊ ᾧ:
Iliad 5.72: τὸν μὲν Φυλείδης δουρὶ, κλυτὸς ἐγγύθεν ἐλθὼν
Iliad 5.73: βεβλήκει κεφαλῆς κατὰ ϊνίον ὀξέϊ δουρί:
Commented on by msA 5.1024
Iliad 5.74: ἀντικρὺ δ’ ἂν’ ὀδόντας, ὑπὸ γλῶσσαν τάμε χαλκός:
Iliad 5.75: ήριπε δ’ ἐν κονίης. ψυχρὸν δ’ έλε χαλκὸν ὀδοῦσιν:
Commented on by msA 5.1025, msAim 5.6023
Iliad 5.76: Εὐρύπυλος δ’ Εὐαἰμονίδης . Ὑψήνορα δῖον,
Commented on by msA 5.1026
Iliad 5.77: υἱὸν ὑπερθύμου Δολοπίονος : ὅς ῥα, Σκαμάνδρου
Iliad 5.78: ἀρητὴρ ἐτέτυκτο: θεὸς δ’ ὡς τίετο δήμῳ.
Iliad 5.79: τὸν μὲν ὰρ Εὐρύπυλος , Εὐαίμονος ἀγλαὸς υἱὸς
Commented on by msAim 5.6024
Iliad 5.80: πρόσθεν ἕθεν φεύγοντα. μεταδρομάδην ἔλας’ ὦμον
Iliad 5.81: φασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν:
Commented on by msA 5.1027
Iliad 5.82: αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε: τὸν δὲ κατ’ όσσε
Iliad 5.83: ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή:
Commented on by msA 5.1028
Iliad 5.84: ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
Iliad 5.85: Τυδείδην δ’ οὐκ ὰν γνοίης ποτέροισι μετείηι:
Commented on by msA 5.1029
Other texts (1 passages)
Scholia group: msA
msA 5.1019: ‡οἵ τ’ αὐτῷ ἀθετεῖται ὅτι οὐχ ὑγειῶς ἐξενήνοχεν αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ἑαυτῷ τὲ ἔδει γὰρ αὐτῷ τε: ἡ δέ οἱ ὀρθοτονεῖται νῦν δια τὴν ἀρχήν: οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται ὅμοιον δέ ἐστι τὸ ἀλλὰ τόδ’ ἡμὲν ἐμοὶ πολὺ κάλλιον ἠδέ οι αὐτῷ ⁑
Comments on 5.64
previous | next |
---|---|
msA 63r | msA 64r |