Venetus A (Marciana 454 = 822), folio 64, verso
previous | next |
---|---|
msA 64r | msA 65r |
Iliad text (25 lines)
Iliad 5.111: ὡς ἂρ ἔφη, Σθένελος δὲ καθ’ ἵππων ᾶλτο χαμᾶζε:
Iliad 5.112: πὰρ δὲ στὰς. βέλος ὠκὺ. διαμπερὲς ἐξέρυσ’ ὤμου:
Commented on by msAim 5.6033
Iliad 5.113: αἷμα δ’ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος:
Commented on by msA 5.1033
Iliad 5.114: δὴ τότ’ ἔπειτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης :
Iliad 5.115: κλῦθί μοι: αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη:
Iliad 5.116: εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
Iliad 5.117: δηΐῳ ἐν πολέμῳ, νῦν αῦτ’ ἐμὲ φῖλαι Ἀθήνη
Iliad 5.118: δὸς, δέ τε μ’ ἄνδρα ἑλεῖν. καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν:
Commented on by msA 5.1034, msAim 5.6035
Iliad 5.119: ὅς μ’ ἔβαλε φθάμενος. καὶ ἐπεύχεται, οὐδέ μέ φησὶ
Commented on by msAim 5.6036
Iliad 5.120: δηρὸν ἔτ’ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο,
Iliad 5.121: ὡς ἔφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη .
Commented on by msAim 5.6037
Iliad 5.122: γυῖα δ’ ἔθηκεν ἐλαφρὰ, πόδας καὶ χεῖρας ὕπερθεν:
Commented on by msA 5.1035
Iliad 5.123: ἀγχοῦ δ’ ἳ̈σταμένη. ἔπεα πτερόεντα προσηύδα:
Iliad 5.124: θαρσῶν νῦν Διόμηδες ἐπι Τρώεσσι μάχεσθαι:
Commented on by msAint 5.6040
Iliad 5.125: ἐν γάρ τοι, στήθεσσι μένος πατρώϊον ἧκα
Iliad 5.126: ἄτρομον, οἷον ἔχεσκε, σακεσπάλος ἱππότα Τυδεύς :
Commented on by msA 5.1036
Iliad 5.127: ἀχλὺν δ’ αὖ τοι ἀπ’ ὀφθαλμῶν ἕλον. ἣ πρὶν ἐπῆεν,
Commented on by msA 5.1037
Iliad 5.128: ὄφρ’ εῦ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα:
Commented on by msA 5.1040
Iliad 5.129: τῶ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ’ ἵκηται.
Commented on by msA 5.1038
Iliad 5.130: μή τι σύ γ’ ἀθανάτοισι θεοῖς ἀντικρὺ̆ μάχεσαι
Commented on by msA 5.1041
Iliad 5.131: τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
Iliad 5.132: ἔλθῃσ’ ἐς πόλεμον, τήν γ’ οὐτάμεν ὀξέϊ χαλκῷ:
Commented on by msAim 5.6038, msAim 5.6039
Iliad 5.133: ἡ μὲν ὰρ’ ὡς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη .
Commented on by msAil 5.6041
Iliad 5.134: Τυδείδης ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη:
Iliad 5.135: καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι:
Other texts (16 passages)
Scholia group: msA
msA 5.1033: ‡αἷμα δ’ ἀνηκόντιζε δια στρεπτοῖο χιτῶνο: ἐμφαντικῆ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετα βίας ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος⁑
Comments on 5.113
msA 5.1034: καὶ ἐς ορμὴν ἔγχεις ἐλθεῖν: τοῦτέστιν διὰ δώρατος ἀγωνίσασθαι μὴ τόξοις μακρόθεν καὶ ὑπ εμοῦ ἀναιρεθῆναι, ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος τοῦτέστιν δύνασθαι ἀφεῖναι δόρυ: κάμνει γὰρ ἤδη, ἢ εἰς τὴν ὀρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὴν ὑπαντῆσαι⁑
Comments on 5.118
msA 5.1035: ‡γυῖα δ’ ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος ὅτι ἐντεῦθεν μετενήνεκται εἰς τὸν επι Πατρόκλῳ ἀγῶνα ἐπ’ Ὀδυσσέως τρέχοντος ⁑
Comments on 5.122
msA 5.1036: ἄτρομον οἷον ἔχεσκε, φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέά τρωθέντα ὑπο Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι: Ἀμφιάρεων δὲ φόνευσαντα αὐτὸν, δοῦναι τὴν κεφαλὴν Τυδεῖ . τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα: ῥοφεῖν τὸν ἐγκέφαλον κατ εκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐνου,οὐρανοῦ καὶ δια τὸ μῦσος ἀπεστράφθαι: τὸν δε εασάμενον παρακἀλέσαι κἂν τῷ παιδὶ αὐτὴν χαρίσασθαι τὴν ἀθανασίαν: ἱστορεῖ Φερεκυδης ⁑
Comments on 5.126
msA 5.1037: ἀχλῦν αὐτοὶ καὶ τὴν ἀορασίαν δή σου τῶν ὀφθαλμῶν ἀφελόμην, φῶς φησὶν ἐν τοῖς ἑξῆς: ἀγνοεῖ τὸν Γλαῦκον Διομήδης λέγων τίς δὲ σύ ἐσσι φέριστε , καὶ φαμὲν ὅτι προς καιρὸν ἀφήρηται τὴν ἀχλὺν ὑπο τῆς Ἀθηνᾶς ἵνα τρώσῃ τὴν Ἀφροδίτην καὶ Ἄρεα , τρωθέντων δὲ τούτων, πάλιν καὶ τὰ σιωπώμενα ἀνταποδίδοται, ἡ οἰκεια ἀχλὺς δι’ ἣν αἰτίαν ἀγνοεῖ καὶ τὸν Γλαῦκον ⁑
Comments on 5.127
msA 5.1038: πειρώμενος ἀπόπειραν ποιούμενος: ἠ πειρώμενος λανθάνειν ἐν ἀνου μορφῇ⁑
Comments on 5.129
msA 5.1039: ἀτὰρ εἴ κε ἐὰν δέ, μόνην δὲ βούλεται τὴν Ἀφροδίτην , δια τὸ προεἰρηκέναι τὸν Δία τῷ δ’ αὖτε φιλομμειδὴς Ἀφροδίτη , αἰεὶ παρμέμβλωκε καὶ αυτοῦ κήρας ἀμύνει κατα χεῖρα τιτρώσκεται, ἡ Ἀφροδίτη , ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ . καὶ ἄλλως ἠρέθισται ἀκούουσα: ἡ πρακτικὴ φρόνησις καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει⁑
Comments on 5.131-5.132
msA 5.1040: ὄφρ’ εὖ γινώσκοις ὅτι Ζηνόδοτος γράφει ἡμὲν θεὸν ἠδ’ ἀνων , ϊδίως δὲ εἴρηκεν ἄνδρα δια τὸ καὶ ἄνδρας, πολεμεῖν⁑
Comments on 5.128
msA 5.1041: ἀντικρὺ μάχεσθαι ἐνθάδε βούλονται τοῦ ἀντικρὺ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μετρον⁑
Comments on 5.130
Scholia group: msAim
msAim 5.6035: οὕτως ἔν τισιν Ἡρωδιανός ἡ δὲ γραφὴ τόνδε τέ μ’ ἀνδρα ⁑
Comments on 5.118
msAim 5.6036: άπτεται γὰρ τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία:
Comments on 5.119
msAim 5.6037: ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν το ευχόμενος ⁑
Comments on 5.121
msAim 5.6038: Ζηνοδ τὴν οὔτασαι ⁑
Comments on 5.132
msAim 5.6039: διχῶς Ἀριστ καὶ οὕτως καὶ χω τοῦ γε τὴν οὐταμεν ⁑
Comments on 5.132
Scholia group: msAint
msAint 5.6040: αντι τοῦ μάχου
Comments on 5.124
Scholia group: msAil
msAil 5.6041: ὡς άρα φωνήσας
Comments on 5.133
previous | next |
---|---|
msA 64r | msA 65r |