Venetus A (Marciana 454 = 822), folio 66, verso

previousnext
msA 66rmsA 67r

Iliad text (25 lines)


Iliad 5.211: ἠγεόμην Τρώεσσι : φέρων χάριν Ἕκτορι δίῳ:

Commented on by msA 5.1063, msAil 5.6081


Iliad 5.212: εἰ δέ κε, νοστήσω: καὶ ἐσόψομαι ὀφθαλμοῖσι

Commented on by msAil 5.6082, msAim 5.6073


Iliad 5.213: πατρίδ’ ἐμὴν ἄλοχόν τε. καὶ ὑψερεφὲς μέγα δῶμα.

Commented on by msAext 5.6080


Iliad 5.214: αὐτίκ’ ἔπειτ’ ἀπ μεῖο κάρη τάμοι ἀλλότριος φῶς .

Commented on by msAil 5.6083


Iliad 5.215: εἰ μὴ ἐγὼ τάδε τξα φαεινῷ ἐν πυρὶ θείην

Commented on by msAim 5.6074


Iliad 5.216: χερσὶ διακλάσας : ἀνεμώλια γάρ μοι οπηδεῖ:


Iliad 5.217: τὸν δ`’ αὖτ’ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηύδα:


Iliad 5.218: μὴ δ’ οὕτως ἀγόρευε: πάρος δ’ οὐκ ἔσσεται ἄλλως,

Commented on by msAil 5.6084


Iliad 5.219: πρίν γ’ ἐπὶ νὼ, τῷδ’ ἀνδρὶ σὺν ἴ̈πποισιν καὶ ὄχεσφι

Commented on by msA 5.1064, msAil 5.6085


Iliad 5.220: ἀντιβίην ἐλθόντε. συν έντεσι πειρηθῆναι:


Iliad 5.221: ἀλλ`’ άγ’ ἐμῶν ὀχέων ἐπιβήσεο: ὄφρα ἴ̈δηαι


Iliad 5.222: οἷοι Τρώϊοι ἵπποι: ἐπιστάμενοι πεδίοιο

Commented on by msAint 5.6092


Iliad 5.223: κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φὲβεσθαι.

Commented on by msA 5.1065, msAil 5.6086


Iliad 5.224: τῶ` καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αῦτε

Commented on by msAil 5.6087, msAim 5.6075


Iliad 5.225: Ζεὺς ἐπὶ Τυδείδῃ Διομήδεϊ κῦδος ὀρέξῃ:


Iliad 5.226: ἀλλ’ άγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα

Commented on by msA 5.1067, msAil 5.6088


Iliad 5.227: δέξαι: ἐγὼ δ’ ἵππων ἀποβήσομαι. ὄφρα μάχωμαι:

Commented on by msA 5.1068, msAil 5.6089, msAim 5.6076


Iliad 5.228: ἠὲ σὺ τόνδε δέδεξο: μελήσουσιν δ’ ἐμοὶ ἵπποι:

Commented on by msA 5.1066


Iliad 5.229: τὸν δ`’ αῦτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός:


Iliad 5.230: Αἰνεία : σὺ μὲν αὐτὸς ἔχ’ ἡνία καὶ τεὼ ἵππω:

Commented on by msAint 5.6079


Iliad 5.231: μᾶλλον ὑφ’ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα

Commented on by msA 5.1069, msAim 5.6077


Iliad 5.232: οἴσετον, εἴ περ ὰν αῦτε. φεβώμεθα Τυδέος υἱὸν:


Iliad 5.233: μὴ τὼ μὲν δείσαντε ματήσετον. οὐδ’ ἐθέλητον

Commented on by msAil 5.6090, msAil 5.6091, msAim 5.6078


Iliad 5.234: ἐκφερέμεν πολέμοιο. τεὸν φθόγγον ποθέοντε:


Iliad 5.235: νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς


Other texts (23 passages)


Scholia group: msA

msA 5.1063: ἠγεόμην Τρώεσσιν ὅτι ἀντι τοῦ Τρώων τῶν ὑπο τὴν Ἴδην , χαριζόμενος δὲ τῷ Ἕκτορι : ὑπὸ Πάνδαρον Τρῶες μετὰγράφουσι Τρώεσσι φερων χάριν ἱπποδάμοισιν : ἄλλως μετὰ δὲ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ ἡγούμην τῶν Τρώων: χάριν φέρων τῷ Ἕφτορι : τὸ δὲ Τρώεσσιν, ἤτοι καθολικῶς ὡς τὸ Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν καὶ τοῖς ὑφ’ Ἕκτορι τεταγμένοις, Τρωσὶ μὲν ἡγεμόνευε, μέγας κορυθαίολος Ἕκτωρ , ἠ και τοῖς Ζελείταις οἳ δὲ Ζέλειαν ἔναιον ὑπαι πόδα νείατον Ἵδης τῶν ἦρχε Λυκάονος υἱος ⁑

Comments on 5.211


msA 5.1064: πρίν γ ἐπι νῶ τὸ νῶ βαρυτονητέον, ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ ἐχρήσατο κατ αἰτιατικὴν πτῶσιν ὥσπερ καὶ ἐνθάδε νῶ αδησάμενοι : ὁπότε μέντοι γε σὺν τῷ ϊ λέγεται καὶ ἐπ ευθείας αὐτὸ τάσσει καὶ ἐπ αἰτιατικῆς καὶ προπερισπᾶται, νῶϊ δ’ ἐγὼ Σθένελός καὶ οὐδ ἂν νῶϊ διαδράκοι, ἠέλιός περ : περι δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, δια τί οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν δηλοῦται: καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται οὕτως γὰρ ἔχει καὶ τὸ σφώ τασσόμενον καὶ επ ευθείας καὶ επ αιτιατικῆς. καὶ παρ αυτῷ σφὼ δὲ μάλ’ ἠθέλετο , Ζεὺς σφὼ ἐς Ί¨δην ⁑

Comments on 5.219


msA 5.1065: κραιπνά ὅτι τοῦτο ἐστιν τὸ φόβον Ἄρηος φορεούσας τὴν ἐν πολέμῳ φυγήν: καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπι τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ επι τοῦ κατα ψυχὴν δέους⁑

Comments on 5.223


msA 5.1066: ἡὲ σὺ τόνδε δέδοξε ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ ὡς ἐπι τοῦ πεποίθωνται λελαχωσιν ⁑

Comments on 5.228


msA 5.1067: σιγαλόεντα ἢτοι εὐδιάσειστα ἠ λαμπρὰ καὶ ποικίλα τῇ κατασκευῇ τὰ μεγάλως καὶ ποικίλως κατεσκευασμένα τὰ θαυμαστὰ καὶ σιωπὴν ἐκ τοῦ θαύματος ἐντιθέντα οἱονεὶ σιγηλόεντα τινα ὄντα⁑

Comments on 5.226


msA 5.1068: ἐγὼ δ’ ἵππων ἀποβήσομαι: Ἀρίσταρχος , ἀποβήσομαι δὲ ἵππων ἔφη οἷον τῆς τῶν ἵππων φροντίδος, ἐπιφέρει γοὖν ἠὲ σὺ τόνδε δέδεξο τὸν Διομήδη Ζηνοδότιος δὲ ἡ δια τοῦ ε ἐπιβήσομαι ⁑

Comments on 5.227


msA 5.1069: εἰωθὅτι, οὕτως εἰωθότι καὶ Ἀρίσταρχος ἑσχεδὸν ἅπαντες μᾶλλον γάρ φησιν ὑπὸ τὸ ἐθάδι καὶ συνηθ ἡνιοχ οἴσειν τοὺς ἵππους τὸ ἅρμα καὶ τὴν αἰτίαν ἐπιφέρει μὴ τὼ μὲν δήσαντε ματήσετον οὐδ ἐθέλητον ἐκφερέμεν: πολέμοιο τεὸν φθόγγον ποθέοντες , τοιοῦτο ἐστὶ, καὶ τὸ ἐν τῇ Δολωνία : ἀήθεσσον γὰρ ἔτ’ αὐτόν , δια τοῦτο φασὶν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους , εἴη δ’ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατα τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι παρ’ Ὁμήρῳ πολλὰ τοιαῦτα⁑

Comments on 5.231


Scholia group: msAim

msAim 5.6073: αντι τοῦ νοστήσαιμι ὡς πληθὺν δ’ οὐκ ὰν ἔγωγ’ περιττεύει δὲ καὶ ὁ καὶ σύνδεσμος⁑

Comments on 5.212


msAim 5.6074: συναπτέον ὡς ἐν τῇ Β εἰ μὴ εγώ σε λαβών ⁑

Comments on 5.215


msAim 5.6075: ὅτι β ἵπποι⁑

Comments on 5.224


msAim 5.6076: οὕτως Ἀρίσταρχος αποβήσομαι δια τοῦ α :

Comments on 5.227


msAim 5.6077: ταῦτα ἀφ ετέρας αρχῆς⁑

Comments on 5.231


msAim 5.6078: ὅτι πεπλεόνακεν ὅτι κατα τὸν τόπον τοῦτον τοις δ σχημασιν⁑

Comments on 5.233


Scholia group: msAint

msAint 5.6079: ὅτι β ἵππους ἐχρουντο διὸ καὶ δι λέγει:

Comments on 5.230


Scholia group: msAext

msAext 5.6080: ψερὲφ’

Comments on 5.213


Scholia group: msAil

msAil 5.6081: ἀντὶ τοῦ τῶν Τρωων:

Comments on 5.211


msAil 5.6083: πολεμιος ἀνήρ

Comments on 5.214


msAil 5.6084: μη ούτως λέγε

Comments on 5.218


msAil 5.6085: πρὶν ἡμᾶς κατα τοῦδε τοῦ ἀνδρος

Comments on 5.219


msAil 5.6086: ταχέως

Comments on 5.223


msAil 5.6087: διὸ καὶ ἡμᾶς εἰς τὴν πο σώσουσι

Comments on 5.224


msAil 5.6088: λαμπρὰ ποκίλα:

Comments on 5.226


msAil 5.6089: τῆς φροντιδος τῆς περι αὐτοὺς

Comments on 5.227


previousnext
msA 66rmsA 67r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1