Venetus A (Marciana 454 = 822), folio 68, recto

previousnext
msA 67vmsA 68v

Iliad text (25 lines)


Iliad 5.286: τὸν δ’ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης :


Iliad 5.287: ἤμβροτες, οὐδ’ ἔτυχες: ἀτὰρ οὐ μὲν σφῶΐ γ’ ὀΐω


Iliad 5.288: πρίν γ’ ἀποπαύσασθαι : πρίν γ’ ἢ ἕτερόν γε πεσόντα

Commented on by msAext 5.6131


Iliad 5.289: αἵματος ἆσαι Ἄρηα ταλαύρινον, πολεμιστήν.

Commented on by msA 5.2000, msA 5.2001, msAil 5.2016


Iliad 5.290: ὡς φάμενος προἕηκε, βέλος δ’ ἴθυνεν Ἀθήνη


Iliad 5.291: ῥῖνα παρ’ ὀφθαλμόν, λευκοὺς δ’ ἐπέρησεν ὀδόντας:


Iliad 5.292: τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρὴς:

Commented on by msA 5.2002, msAil 5.2017


Iliad 5.293: αἰχμὴ δ’ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα:

Commented on by msAint 5.4011


Iliad 5.294: ἤριπε δ’ ἐξ οχέων: ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ


Iliad 5.295: αἰόλα: παμφανόωντα: παρέτρεσσαν δέ οἱ ἵπποι

Commented on by msAil 5.2018, msAil 5.2019, msAil 5.2020


Iliad 5.296: ὠκύποδες: τοῦ δ’ αῦθι λύθη ψυχή τε μένος τε:


Iliad 5.297: Αἰνείας δ’ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ

Commented on by msAint 5.4012, msA 5.2005


Iliad 5.298: δείσας, μή πως οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί :

Commented on by msAint 5.4013, msAil 5.2021


Iliad 5.299: ἀμφὶ δ’ ὰρ αὐτῷ βαῖνε λέων ὣς˙ ἀλκὶ πεποιθὼς:

Commented on by msA 5.2006, msA 5.2007


Iliad 5.300: πρόσθε δέ οἱ δόρυ τ’ ἔσχε καὶ ἀσπίδα πάντος’ ἐΐσην,

Commented on by msAint 5.4014


Iliad 5.301: τὸν κτάμεναι μεμαὼς, ὅς τις, τοῦ γ’ ἀντίος ἔλθοι:


Iliad 5.302: σμερδαλέα ἰ̈άχων: ὁ δὲ χερμάδιον λάβε χειρὶ

Commented on by msA 5.2008, msAil 5.2022, msAil 5.2023


Iliad 5.303: Τυδείδης , μέγα ἔργον. ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν


Iliad 5.304: οἷοι, νῦν βροτοί εἰς’, ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος:


Iliad 5.305: τῷ βάλεν Αἰνείαο κατ’ ἰσχίον, ἔνθά τε μηρὸς


Iliad 5.306: ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μιν καλέουσι:


Iliad 5.307: θλάσσε δέ, οἱ, κοτύλην: πρὸς δ’ ἄμφω ῥῆξε τένοντε:

Commented on by msAil 5.2024


Iliad 5.308: ὦσε δ’ ἀπὸ ῥινὸν τρηχὺς λίθος: αὐτὰρ ὅ γ’ ἥρως

Commented on by msA 5.2010, msAil 5.2025


Iliad 5.309: ἔστη γνὺξ, ἐριπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ

Commented on by msAint 5.4015, msAil 5.2026


Iliad 5.310: γαίης: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε:

Commented on by msAint 5.2027


Other texts (20 passages)


Scholia group: msA

msA 5.2000: ‡αἵματος ᾶσαι ὅτι παρηγμενως λέγει ταλαύρινον πολεμιστην καὶ ἔν εστιν ἐξ αμφοτέρων ὑπομενητικον ἐν τῇ μάχῃ ⁑

Comments on 5.289


msA 5.2001: ταλαύρινον Ἀρισταρχος ψιλοῖ τὸ ρ οὐ γὰρ φησὶ συν δει νοεῖ τὸν σχηματισμον ἀλλα κατὰ ἁπλην ἔννοιαν: τὸν γὰρ εὔτολμον καὶ ¨ἰσχυρον, ὁμοιως δὲ καὶ Ἀριστοφάνης Τρόφωνει δὲ ἀρέσκει ὁ σχηματισμος σύνθετος εἶναι παρὰ τὸ ταλαόν καὶ τὸ ρινὸν εἴτε δὲ λεκτον ἔχει τὸ επι τέλους εἴτε παρέλκει ὀφει φυλάττεσθαι τὸ πνα : οὕτως γὰρ διελάβομεν περὶ τοῦ μελιηδέος οίνου ὃ καὶ αὐτὸς συγκατατίθεται ἡ μέντοι παράδοσις επείσθη Ἀρισταρχῳ ⁑

Comments on 5.289


msA 5.2002: πρυμνην ὡς πυκνην ἐπίθετον γὰρ. ὅ τἂν δὲ ἰδίως ἐπι τοῦ πλοίου βαρύνομεν ὡς λεύκη καὶ λευκη : ὀξύνεται δὲ, ὁ πρυμνὸς ἐπεὶ τὰ εἰς νος λήγοντα μετ επιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται συχνος πυκνος οὕτως πρυμνος ⁑

Comments on 5.292


msA 5.2003: βέλος δ’ ΐθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς ζητεῖται, πῶς Διομήδους μὲν ἀκοντίσαντος πειζου Πανδάάρου δὲ ἀπ υ ἅρματος οὕτως ἐκ τοῦῦ κοιλοτέρου φέρομενον τὸ δόρυ κατωφερῆ πεποίηκε τὴν τρῶσιν ἔστι δὲ λέγειν ὅτι πρῶτον μὲν Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα αὐτὸ ὴ ἦν δυνατον τοῦτο ποιῆσαι: ἐπει δὴ ὅτι προς ἐπινεύσας ὁ Πάνδαρος ἕνεκα τοῦ θεάσασθαι εἰ καιρίως τέτρωται ὁ Διομήδης ουτως ἐβλήθη δια τῆς ῥηνος τὴν γλῶσσαν: οἱ δὲ ὅτι ἐν ἀνομάλοις τόποις μαχαμενων εἰκος τὰ μὲν ἅρματα ἐν χθαμαλωτέροις τόποις τρέχειν: τοὺς δὲ πεζοὺς ἀπο μετεώρου μάχεσθαι ώστε καὶ τὸν Διομηδη ἀφ ὕψους βεβληκεναι ⁑

Comments on 5.290-5.291


msA 5.2004: ὅτι δηλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πανδαρος συνεκάθισεν ⁑

Comments on 5.290-5.291


msA 5.2005: Αἰνείας δ’ ἀπόροῦσεν ἴλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν εἶτα ἄρχεται ἀπο τοῦ σὺν ασπίδι δουρί τε μακρῷ ἃ γὰρ εἶλε φασὶ πρότερον ταυτα τῷ Πανδάρω μετέδωκεν: αἴρει choice φησὶ τὴν ἀσπίδα ἀπο τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθεν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ έστιν ἀληθὲς ὡς ὅτι ἀπο τοῦ Πανδάρου ὁ Αἰνειας αίρει τὰ ὁπλα. οὐ γὰρ εδήλωσεν ὁ ποιητης: ἀπίθανον τὲ αὐτὸν εἶναι τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας . καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκαλωνίτης συνάπτει ὥστε ἐπι τοῦ Αἰνείου κεῖσθαι τὸ συν ασπίδι δουρί τε μακρῷ. καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπ ἄλλου κατα τὸ σιωπώμενον καθώπλιστο: ὁ δὲ Αινείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα εἶχε δὲ τὸ δόρυ παρακείμενον ἣ έκειτο ἐν τῷ δίφρῳ ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομηδει ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην . οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλω παραδοὺς οῦν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις όπλοις. ταῦτα Ἡρῳδιανὸς ἐν τῇ Προσῳδίᾳ ⁑

Comments on 5.297


msA 5.2006: ἀμφι δ ἄρ τῷ βαῖνε ὅτι ἀπο τῶν τετραπόδων ἡ μεταφορά προς τὸ ὃς Χρυσην ἀμφιβέβηκας ⁑

Comments on 5.299


msA 5.2007: ἀλκι πεποιθῶς ἀλκί ὡς σαρκί καὶ ἔστι κατα μεταπλασμὸν ἀπο τοῦ ἀλκή τινὲς δὲ ἀπο τοῦ ἀλκίς Αἰολικοῦ αυτο φασιν τοὶς γὰρ εἰς η παράκειται εἰς ὡς ἑορτή καὶ ἑορτίς, καὶ ἐν ὑπερθέσει ἐροτίς. εἴτε ἀπευθειας τῆς ἄλξ πεποίηται ὡς οἴεται ὁ Ἀσκαλωνίτης : τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστὶ λέγειν τὴν ϊὼκὴν ἰῶκα καὶ τὴν κρόκη κρόκα καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. ἡ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκὶ ὡς σαρκί ⁑

Comments on 5.299


msA 5.2008: σμερδαλέα ¨ἰάχων βαρύνειν δεῖ τὴν ἰάχων: ἐνεστῶτος γάρ ἐστι, καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται τυραννίων: διδάσκει τὰ κινήματα: ἡμεῖς δὲ ἱάχοντες . εἰ γὰρ περιεσπᾶτο ὡς νοοῦντες ἐγίνετο ἐπι δ’¨ἴαχε λαὸς όπισθε τρεὶς δ’ ἄϊεν ¨ἰάχοντος : οὕτως οὖν καὶ τὸ φθέγξομ’ ἐγὼν ¨ἰάχουσα ὀφείλομεν προπαροξύνειν⁑

Comments on 5.302


msA 5.2009: κότύλην δέ τε μιν κοτύλη, τὸ κοίλον τοῦ ὀστέου ἔνθα ἡ κεφαλῃ τοῦ μηροῦ ἐνστρέφεται: ἰσχίον: τὸ ὑπο τὴν οσφῦν ὀστέον εἰς ὃ ἕγκειται τὸ ϊερὸν ὀστέον ὅπερ καὶ γλοῦτος καλεῖται καὶ κοτυλη παρα τὴν κοιλότητα⁑

Comments on 5.305-5.306


Scholia group: msAint

msAint 5.4011: ουτως Ἀρισταρχος εξελυθη: αλλοι δὲ ἐξεσύθη ⁑

Comments on 5.293


msAint 5.4012: συναπτεον όλον τὸν στι ⁑

Comments on 5.297


msAint 5.4013: οτι αντι τοῦ αὐτοῦ⁑

Comments on 5.298


msAint 5.4014: οτι πάλιν ἀντι τοῦ αὐτοῦ⁑

Comments on 5.300


msAint 5.4015: οτι εστη ἀντι τοῦ ἔμεινεν ἐπι τὰ γόνατα πεσῶν

Comments on 5.309


Scholia group: msAext

msAext 5.6131: πάνσεσθαι

Comments on 5.288


Scholia group: msAil

msAil 5.2016: τοῦ αίματος κυρέσαι τὸ καρτερικὸν καὶ πολεμιςτήρον δόρυ

Comments on 5.289


msAil 5.2017: κατωτάτην

Comments on 5.292


msAil 5.2018: ποικίλα

Comments on 5.295


msAil 5.2019: πάνυλάμποντα ⁑

Comments on 5.295


previousnext
msA 67vmsA 68v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1