Venetus A (Marciana 454 = 822), folio 69, recto

previousnext
msA 68vmsA 69v

Iliad text (25 lines)


Iliad 5.336: ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέι δουρὶ


Iliad 5.337: ἀμβληχρὴν εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν,


Iliad 5.338: ἀμβροσίου διὰ πέπλου: ὅν οἱ Χάριτες κάμον αὐταί:


Iliad 5.339: πρυμνὸν ὑπὲρ θέναρος: ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο:


Iliad 5.340: ἰχὼρ: οἷος πέρ τε ῥέει μακάρεσσι θεοῖσιν:


Iliad 5.341: οὐ γὰρ σῖτον ἔδους’ οὐ πίνους’ αἴθοπα οἶνον:


Iliad 5.342: τούνεκ’ αναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται:


Iliad 5.343: ἡ δὲ μέγ’ ἰάχουσα ἀπὸ ἕο κάμβαλεν υἱόν:


Iliad 5.344: καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων :


Iliad 5.345: κυανέῃ νεφέλῃ: μή τις Δαναῶν ταχυπώλων


Iliad 5.346: χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο:


Iliad 5.347: τῇ δ’ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 5.348: εἶκε Διὸς θύγατερ πολέμου καὶ δηιοτῆτος:


Iliad 5.349: ἢ οὐχ ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ὑπεροπεύεις:


Iliad 5.350: εἰ δὲ σύ γ’ ἐς πόλεμον πωλήσεαι. ἦ τέ ς’ ὀΐω


Iliad 5.351: ῥηγήσειν πόλεμόν γε καὶ εἴ χ’ ἑτέρωθι πύθηαι.


Iliad 5.352: ὥς ἔφαθ’. ἥδ’ ἀλύους’ ἀπεβήσετο: τείρετο δ’ αἰνῶς:


Iliad 5.353: τὴν μὲν ἄρ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ’ ὁμίλου:


Iliad 5.354: ἀχθομένην ὀδύνῃσι: μελαίνετο δὲ χρόα καλόν.


Iliad 5.355: εὗρεν ἔπειτα μάχης ἐπ’ αριστερὰ θοῦρον Ἄρηα :


Iliad 5.356: ἥμενον: ἠέρι δ’ ἔγχος ἐκέκλιτο καὶ ταχέ’ ἵππω:


Iliad 5.357: ἡ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο


Iliad 5.358: πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους:


Iliad 5.359: φίλε κασίγνητ’ ἐκκόμισαι τὲ με: δὸς δὲ μοι ἵππους,


Iliad 5.360: ὄφρ’ ἐς Ὄλυμπον ἵκωμαι: ἵν’ ἀθανάτων ἕδος ἐστὶ.


previousnext
msA 68vmsA 69v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1