Venetus A (Marciana 454 = 822), folio 69, verso
previous | next |
---|---|
msA 69r | msA 70r |
Iliad text (25 lines)
Iliad 5.361: λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ:
Iliad 5.362: Τυδείδης ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο:
Iliad 5.363: ὥς φάτο: τῇ δ’ Ἄρης δῶκε χρυσάμπυκας ἵππους:
Iliad 5.364: ἥδ’ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ:
Iliad 5.365: πὰρ δέ οἱ Ἶρις ἔβαινεν καὶ ἡνία λάζετο χερσί:
Iliad 5.366: μάστιξεν δ’ ἐλάαν: τὼ δ’ οὐκ ἄκοντε πετέσθην:
Iliad 5.367: αἶψα δ’ ἔπειθ’ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλϋμπον :
Iliad 5.368: ἔνθ’ ἵππους ἔστησε ποδὴνεμος ὠκέα Ἶρις :
Iliad 5.369: λύσας’ ἐξ ὀχὲων: περί δ’ ἀμβρόσιον βάλεν εἶδαρ:
Iliad 5.370: ἥδ’ ἐν γούνασι πίπτε διώνης δῖ’ Ἀφροδίτη :
Iliad 5.371: μητρὸς ἑῆς: ἥδ’ ἀγκάς ἐλάζετο θυγατέρα ἣν:
Iliad 5.372: χειρὶ τὲ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε:
Iliad 5.373: τὶς νύ σε τοιάδ’ ἔρεξε φιλον τέκος οὐρανιώνων:
Iliad 5.374: μαψιδίως: ὡς εί τι κακόν ῥέζουσαν ἐνωπῇ:
Iliad 5.375: τὴν δ’ ἠμείβετ’ ἔπειτα φιλομειδής Ἀφροδίτη :
Iliad 5.376: οὔτα με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης :
Iliad 5.377: οὕνεκ’ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο:
Iliad 5.378: Αἰνείαν : ὃς ἐμοὶ πάντων πολύ φίλτατος ἐστιν:
Iliad 5.379: οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ:
Iliad 5.380: ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται:
Iliad 5.381: τήνδ’ ἠμείβετ’ ἔπειτα Διώνη δῖα θεάων:
Iliad 5.382: τὲτλαθι τὲκνον ἐμόν καὶ ἀνάσχεο κηδομένη περ:
Iliad 5.383: πολλὰ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ’ ἔχοντες
Iliad 5.384: ἐξ ἀνδρῶν χάλεπ’ ἄλγε’ ἐπ’ ἀλλήλοισι τιθέντες:
Iliad 5.385: τλῆ μὲν Ἄρης ὅτε μιν ὦτος κρατερός τ’ Ἐφιάλτης
previous | next |
---|---|
msA 69r | msA 70r |