Venetus A (Marciana 454 = 822), folio 70, recto

previousnext
msA 69vmsA 70v

Iliad text (25 lines)


Iliad 5.386: παῖδες Ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ


Iliad 5.387: χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας:


Iliad 5.388: καὶ νύ κεν ἔνθ’ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,


Iliad 5.389: εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια


Iliad 5.390: Ἑρμείᾳ ἐξείγγειλεν: ὅδ’ ἐξέκλεψεν Ἄρηα .


Iliad 5.391: ἤδη τειρόμενον: χαλεπὸς δὲ ἑ δεσμὸς ἐδάμνα:


Iliad 5.392: τλῆ δ’ Ἥρη . ὅτὲ μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος


Iliad 5.393: δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι


Iliad 5.394: βεβλήκει: τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος:


Iliad 5.395: τλῆ δ’ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν:


Iliad 5.396: εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο


Iliad 5.397: ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν:


Iliad 5.398: αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον :


Iliad 5.399: κῆρ’ ἀχέων: ὀδύνῃσι πεπαρμένος: αὐτὰρ ὀϊστός


Iliad 5.400: ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο: κῆδε δὲ θυμόν:


Iliad 5.401: τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων


Iliad 5.402: ἠκέσατ’: οὐ μὲν γάρ τι κατὰθνητός γ’ ἐτέτυκτο:


Iliad 5.403: σχέτλιος ὀμβριμοεργός ὃς οὐκ ὄθετ’ αἴσυλα ῥέζων:


Iliad 5.404: ὃς τόξοισιν ἔκηδε θεούς οἳ Ὄλϋμπον ἔχουσι:


Iliad 5.405: σοὶ δ’ ἔπι, τοῦτον ἀνῆκε θεά γλαυκῶπις Ἀθήνη :


Iliad 5.406: νήπιος: οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός:


Iliad 5.407: ὅττι μάλ’ οὐ δηναιὸς. ὃς ἀθανάτοισι μάχοιτο:


Iliad 5.408: οὐδὲ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν


Iliad 5.409: ἐλθόντ’ ἐκ πολέμοιο καὶ αἰνῆς δηιοτῆτος.


Iliad 5.410: τῷ νῦν Τυδείδης εἰ καὶ μάλα καρτερός ἐστι.


previousnext
msA 69vmsA 70v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1