Venetus A (Marciana 454 = 822), folio 70, verso
previous | next |
---|---|
msA 70r | msA 71r |
Iliad text (25 lines)
Iliad 5.411: φραζέσθω. μή τις οἱ ἀμείνων σεῖο μάχηται:
Iliad 5.412: μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
Iliad 5.413: ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρη:
Iliad 5.414: κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
Iliad 5.415: ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδαμοιο:
Iliad 5.416: Ἦ ῥὰ: καὶ ἀμφοτέρῃσιν ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ
Iliad 5.417: ἄλθετο δέ χείρ: ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι:
Iliad 5.418: αἵδ’ αὖτ’ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
Iliad 5.419: κερτομίοις ἐπέεσσι Δια Κρονίδην ἐρέθιζον:
Iliad 5.420: τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη :
Iliad 5.421: Ζεῦ πάτερ: ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω:
Iliad 5.422: ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα
Iliad 5.423: Τρωσὶν ἅμ’ ἅ σπεσθαι τοὺς νῦν ἔκπαγλ’ ἐφίλησε.
Iliad 5.424: τῶν τινα καρρέζουσα Ἀχαιιάδων ἐϋπέπλων,
Iliad 5.425: πρὸς χρυσῇ περόνη κατεμύξατο χεῖρα ἀραιήν:
Iliad 5.426: ὣς φάτο: μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε:
Iliad 5.427: καί ῥα καλεσσαμενος προσέφη χρυσῆν Ἀφροδίτην :
Iliad 5.428: οὔ τοι τέκνον ἐμόν δέδοται πολεμήια ἔργα:
Iliad 5.429: ἀλλὰ σύ γ’ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο:
Iliad 5.430: ταῦτα δ’ Ἄρηι θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει:
Iliad 5.431: ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Iliad 5.432: Αἰνεία , δ’ ἐπορουσε βοὴν ἀγαθὸς Διομήδης :
Iliad 5.433: γιγνώσκων ὅ, οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων :
Iliad 5.434: ἀλλ’ ὅ γ’ ἄρ οὐδὲ θεὸν μέγαν ἅζετο: ἵετο δ’ αἰεί
Iliad 5.435: Αἰνείαν κτεῖναι: καὶ ἀπο κλυτὰ τεύχεα δῦσαι:
previous | next |
---|---|
msA 70r | msA 71r |