Venetus A (Marciana 454 = 822), folio 71, recto
previous | next |
---|---|
msA 70v | msA 71v |
Iliad text (25 lines)
Iliad 5.436: τρὶς μὲν ἔπειτ’ ἐπόρουσε κατακτάμεναι μενεαίνων:
Iliad 5.437: τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ’ Ἀπόλλων :
Iliad 5.440: φράζεο Τυδείδη : καὶ χάζεο: μὴ δὲ θεοῖσιν
Iliad 5.441: ἶς’ ἔθελε φρονέειν: ἐπεὶ οὔ ποτε’ φῦ΄λον ὁμοῖον:
Iliad 5.442: ἀθανάτων τε θεῶν: χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων:
Iliad 5.443: ὣς φάτο. Τυδείδης δ’ ἀνεχάζετο τυτθὸν ὀπίσσω:
Iliad 5.444: μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος .
Iliad 5.445: Αἰνείαν δ’ ἀπάνευθεν ὁμίλου θῆκεν Ἀπόλλων :
Iliad 5.446: Περγάμῳ εἰν ἱερῇ ὅθι οἱ νηός γ’ ετέτυκτο.
Iliad 5.447: ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
Iliad 5.448: ἐν μεγαλῳ ἀδύτῳ ἀκέοντό τε, κύδαινόν τε
Iliad 5.449: αὐτὰρ ὃ εἴδωλον τεῦξ’ ἀργυρότοξος Ἀπόλλων
Iliad 5.450: αὐτῷ τε Αἰνείᾳ ἵκελον καὶ τεύχεσι τοῖον:
Iliad 5.451: ἀμφὶ δ’ ἂρ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
Iliad 5.452: δήουν ἀλλήλων ἀμφῒ στήθεσσι βοείας
Iliad 5.453: ἀσπίδας εὐκύκλους: λαισήιά τε πτερόεντα.
Iliad 5.454: δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων :
Iliad 5.455: Ἆρες Ἄρες βροτολοιγὲ: μιαιφόνε: τειχεσιπλῆτα:
Iliad 5.456: οὐκ ἂν τόνδ’ ἄνδρα μάχης ἐρυσαιο μετελθών:
Iliad 5.457: Τυδείδην : ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο:
Iliad 5.458: Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ:
Iliad 5.459: αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
Iliad 5.460: ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγαμῳ ἄκρῃ:
Iliad 5.461: Τρώων δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών
Iliad 5.462: εἰδόμενος Ἀκαμαντϊ θοῷ ἡγήτορι Θρηκῶν :
previous | next |
---|---|
msA 70v | msA 71v |