Venetus A (Marciana 454 = 822), folio 71, verso
previous | next |
---|---|
msA 71r | msA 72r |
Iliad text (25 lines)
Iliad 5.463: υἱασι δέ Πριάμοιο διοτρεφέεσσι κέλευσεν:
Iliad 5.464: ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
Iliad 5.465: εἰς τὶ ἔτι κτείνεσθαι ἐασετε λαὸν Ἀχαιοῖς
Iliad 5.466: ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὐποιητῇσι μάχωνται:
Iliad 5.467: κεῖται ἀνὴρ ὃν τ’ ἶσον ἐτίομεν Ἕκτορι δίῳ:
Iliad 5.468: Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο :
Iliad 5.469: ἀλλ’ ἄγετ’ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον:
Iliad 5.470: ὣς εἰπὼν ὤτρυνε μὲνος καὶ θυμὸν ἑκάστου:
Iliad 5.471: ἔνθ’ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον
Iliad 5.472: Ἕκτορ : πῆ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες:
Iliad 5.473: φής που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ’ ἐπικούρων:
Iliad 5.474: οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι:
Iliad 5.475: τῶν νῦν οὔ τιν ἐγὼν ἰδέειν δύναμ’ οὐδὲ νοῆσαι
Iliad 5.476: ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα
Iliad 5.477: ἡμεῖς δ’ αὖ μαχόμεσθ’ οἵ περ τ’ ἐπίκουροι ἔνειμεν
Iliad 5.478: καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:
Iliad 5.479: τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι:
Iliad 5.480: ἔνθ’ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν
Iliad 5.481: καδ δὲ κτήματα πολλὰ: τάτ’ ἔλδεται ὅς τ’ ἐπιδευής:
Iliad 5.482: ἀλλὰ καὶ ὣς Λυκίους ὀτρύνω καὶ μέμον’ αὐτός:
Iliad 5.483: ἀνδρὶ μαχέσσασθαι: ἀτὰρ οὔτι μοι ἐνθαδε τοῖον
Iliad 5.484: οἷον κ’ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν:
Iliad 5.485: τύνη δ’ ἕστηκας ἀτὰρ οὐδ’ ἄλλοισι κελεύεις
Iliad 5.486: λαοῖσι μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι
Iliad 5.487: μή πως ὡς ἁψῖσιν λίνου ἁλόντε παναγρου:
previous | next |
---|---|
msA 71r | msA 72r |