Venetus A (Marciana 454 = 822), folio 72, recto
previous | next |
---|---|
msA 71v | msA 72v |
Iliad text (25 lines)
Iliad 5.488: ἀνδράσι δυσμενὲεσσιν ἕλωρ καὶ κῦρμα γένησθε:
Iliad 5.489: οἵ δὲ ταχ’ ἐκπέρσουσιν εὖ ναιομένην πόλιν ὑμήν:
Iliad 5.490: σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε καὶ ἦμαρ:
Iliad 5.491: ἀρχούς λισσομένῳ τηλεκλητῶν ἐπικούρων:
Iliad 5.492: νωλεμεώς ἐχέμεν: χαλεπὴν δ’ ἀποθέσθαι ἐνιπήν:
Iliad 5.493: Ὣς φάτο Σαρπηδὼν : δάκε δὲ φρένας Ἕκτορι μῦθος:
Iliad 5.494: αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἄλτο χαμάζε:
Iliad 5.495: πάλλων δ’ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ:
Iliad 5.496: ὀτρύνων μαχέσασθαι: ἔγειρε δὲ φύλοπιν αἰνήν.
Iliad 5.497: οἵ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:
Iliad 5.498: Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν:
Iliad 5.499: ὡς δ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωάς
Iliad 5.500: ἀνδρῶν λικμώντων ὅτε τε ξανθὴ Δημήτηρ
Iliad 5.501: κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας
Iliad 5.502: αἱδ’ ὑπολευκαίνονται ἀχυρμιαὶ. ὣς τότ’ Αχαιοὶ
Iliad 5.503: λευκοὶ ὕπερθε γένοντο κονισσάλῳ: ὃν ῥα δι’ αὐτῶν
Iliad 5.504: οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
Iliad 5.505: ἂψ ἐπιμισγομένων: ὑπο δ’ ἔστρεφον ἡνιοχῆες:
Iliad 5.506: οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα
Iliad 5.507: θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων:
Iliad 5.508: πάντος’ ἐποιχόμενος: τοῦ δ’ ἐκραίαινεν ἐφετμάς
Iliad 5.509: Φοίβου Ἀπόλλωνος χρυσαόρου: ὅς μίν ἀνώγει
Iliad 5.510: Τρωσὶν θυμὸν ἐγεῖραι: ἐπεὶ ἴδε Παλλάδ’ Ἀθήνην
Iliad 5.511: οἰχομένην: ἣ γὰρ ῥα πὲλεν Δαναοῖσιν ἀρηγών:
Iliad 5.512: αὐτός δ’ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
previous | next |
---|---|
msA 71v | msA 72v |