Venetus A (Marciana 454 = 822), folio 72, verso
previous | next |
---|---|
msA 72r | msA 73r |
Iliad text (25 lines)
Iliad 5.513: ἧκε καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν:
Iliad 5.514: Αἰνείας δ’ ἑτάροισι μεθ’ ἵστατο: τοίδ’ ἐχάρησαν
Iliad 5.515: ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
Iliad 5.516: καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μέν οὔ τι:
Iliad 5.517: οὐ γὰρ ἔα πόνος ἄλλος ὃν ἀργϋρότοξος ἔγειρεν
Iliad 5.518: Ἄρης τε βροτολοιγός: Ἔρις τ’ ἄμοτον μεμαυῖα:
Iliad 5.519: Τούς δ’ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
Iliad 5.520: ὤτρυνον Δαναούς πολεμιζέμεν: οἱ δὲ καὶ αὐτοί
Iliad 5.521: οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς
Iliad 5.522: ἀλλ’ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
Iliad 5.523: νηνεμίης ἔστησεν ἐπ’ ἀκροπόλοισιν ὄρεσσιν
Iliad 5.524: ἀτρέμας: ὅφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
Iliad 5.525: ζαχρειῶν ἀνέμων: οἵ τε νέφεα σκιόεντα
Iliad 5.526: πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες:
Iliad 5.527: ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδ’ ἐφέβοντο:
Iliad 5.528: Ἀτρείδης δ’ ἀν’ ὅμιλον ἐφοίτα πολλὰ κελεύων:
Iliad 5.529: ὦ φίλοι ἀνέρες ἐστέ καὶ ἄλκιμον ἦτορ ἕλεσθε:
Iliad 5.530: ἀλλήλους τ’ αἰδεῖσθε κατὰ κρατεράς ὑσμίνας:
Iliad 5.531: αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:
Iliad 5.532: φευγόντων δ’ οὔτ’ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
Iliad 5.533: Ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: βάλε δέ πρόμον ἄνδρα:
Iliad 5.534: Αἰνείεω ἑτάρον μεγαθύμου Δηικόοντα :
Iliad 5.535: Περγασίδην : ὃν Τρῶες ὁμῶς Πριάμοιο τεκέσσι
Iliad 5.536: τῖον: ἐπεί θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι:
Iliad 5.537: τόν ῥα κατ’ ἀσπίδα βάλε κρείων Ἀγαμὲμνων :
previous | next |
---|---|
msA 72r | msA 73r |