Venetus A (Marciana 454 = 822), folio 73, recto
previous | next |
---|---|
msA 72v | msA 73v |
Iliad text (25 lines)
Iliad 5.538: ἥδ’ οὐκ ἔγχος ἔρυτο: δια πρό δὲ εἴσατο χαλκός:
Iliad 5.539: νειαίρῃ δ’ ἐν γαστρὶ διά ζωστῆρος ἔλασσε
Iliad 5.540: δούπησεν δὲ πεσὼν: ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ
Iliad 5.541: Ἔνθ’ αὖτ’ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
Iliad 5.542: υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
Iliad 5.543: τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φυρῇ
Iliad 5.544: ἀφνειὸς βιότοιο, γένος δ’ ἦν ἐκ ποταμοῖο
Iliad 5.545: Ἀλφειοῦ , ὅς τ’ εὐρύ ῥέει Πυλίων διὰ γαίης:
Iliad 5.546: ὃς τέκετ’ Ὀρσίλοχον πολέεσς’ ἄνδρεσσιν ἄνακτα.
Iliad 5.547: Ὀρσίλοχος δ’ ἂρ ἔτικτε Διοκλῆα μεγάθυμον:
Iliad 5.548: ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην:
Iliad 5.549: Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
Iliad 5.550: τὼ μὲν ἄρ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
Iliad 5.551: Ἴλϊον εἰς εὔπωλον ἅμ’ Ἀργείοισιν ἑπέσθην:
Iliad 5.552: τιμὴν Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ :
Iliad 5.553: ἀρνυμένω: τώ δ’ αὖθι τέλος θανάτοιο κάλυψεν:
Iliad 5.554: οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
Iliad 5.555: ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης
Iliad 5.556: τὼ μὲν ἂρ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
Iliad 5.557: σταθμοὺς ἀνθρώπων κεραΐζετον ὄφρα καὶ αὐτώ
Iliad 5.558: ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ:
Iliad 5.559: τοίω τώ χείρεσσιν ὑπ’ Αἰνείαο δαμέντε
Iliad 5.560: καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι:
Iliad 5.561: Τώ δὲ πεσόντ’ ἐλέησεν ἀρηίφιλος Μενέλαος .
Iliad 5.562: βῆ δέ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ:
previous | next |
---|---|
msA 72v | msA 73v |