Venetus A (Marciana 454 = 822), folio 73, verso
previous | next |
---|---|
msA 73r | msA 74r |
Iliad text (25 lines)
Iliad 5.563: σείων ἐγχείην: τοῦ δ’ ὤτρυνε μένος Ἄρης :
Iliad 5.564: τὰ φρονὲων: ἵνα χερσὶν ὑπ’ Αἰνείαο δαμείη:
Iliad 5.565: τόνδ’ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς:
Iliad 5.566: βῆ δὲ διὰ προμάχων πέρι γὰρ δίε ποιμένι λαῶν
Iliad 5.567: μή τι πάθη: μέγα δέ σφεας ἀποσφήλειε πόνοιο:
Iliad 5.568: τὼ μὲν δὴ χεῖρας τε καὶ ἔγχεα ὀξυόεντα
Iliad 5.569: ἀντίον ἀλλήλων ἐχὲτην μεμαῶτε μάχεσθαι:
Iliad 5.570: Ἀντίλοχος δὲ μάλ’ ἄγχι παρίστατο ποιμένι λαῶν:
Iliad 5.571: Αἰνείας δ’ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς:
Iliad 5.572: ὡς ἴδε δύο φῶτε παρ’ ἀλλήλοισι μένοντε:
Iliad 5.573: οἳ δ’ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
Iliad 5.574: τὼ μὲν ἄρα δειλώ βαλέτην ἐν χερσὶν ἑταίρων:
Iliad 5.575: αὐτὼ δὲ στρεφθὲντε μετὰ πρώτοισι μαχέσθην:
Iliad 5.576: Ἔνθα Πυλαιμενεά ἑλέτην ἀτάλαντον Ἄρηϊ :
Iliad 5.577: ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων:
Iliad 5.578: τὸν μὲν ἂρ’ Ἀτρείδης δουρικλυτὸς Μενέλαος
Iliad 5.579: ἑσταότ’ ἔγχεϊ νύξε κατα κληῖδα τυχήσας:
Iliad 5.580: Ἀντίλοχος δὲ Μύδωνα βάλ’ ἡνίοχον θεράποντα
Iliad 5.581: ἐσθλὸν: Ἀτυμνιάδην : ὅδ’ ὑπέστρεφε μώνυχας ἵππους:
Iliad 5.582: χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον ἐκ δ’ ἄρα χειρῶν
Iliad 5.583: ἡνία λεῦκ’ ἐλέφαντϊ χαμαὶ πὲσον ἐν κονίῃσιν:
Iliad 5.584: Ἀντίλοχος δ’ ἂρ ἐπαΐξας ξίφει ἤλασε κόρσην:
Iliad 5.585: αὐτὰρ ὅ γ’ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου:
Iliad 5.586: κύμβαχος ἐν κονίῃσιν. ἐπὶ βρεχμόν τε καὶ ὤμους.
Iliad 5.587: δηθὰ μάλ’ εἱστήκει: τύχε γάρ ῥ’ ἀμάθοιο βαθείης:
previous | next |
---|---|
msA 73r | msA 74r |