Venetus A (Marciana 454 = 822), folio 74, recto

previousnext
msA 73vmsA 74v

Iliad text (25 lines)


Iliad 5.588: ὄφρ’ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσιν


Iliad 5.589: τοὺς ἵμας’ Ἀντίλοχος : μετὰ δὲ στρατὸν ἤλας’ Ἀχαιῶν :


Iliad 5.590: Τούς δ’ Ἕκτωρ ἐνόησε κατὰ στίχας ὦρτο δ’ ἐπ’ αὐτούς


Iliad 5.591: κεκληγὼς: ἅμα δὲ Τρώων εἵποντο φάλαγγες


Iliad 5.592: καρτεραὶ: ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ


Iliad 5.593: ἡ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος


Iliad 5.594: Ἄρης δ’ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα:


Iliad 5.595: φοίτα δ’ ἄλλοτε μὲν πρόσθ’ Ἕκτορος : ἄλλοτ’ ὄπισθε:


Iliad 5.596: τόνδὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 5.597: ὡς δ’ ὅτ’ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο


Iliad 5.598: στῄη ἐπ’ ὠκυρόῳ ποταμῷ ἅλαδε προρέοντϊ


Iliad 5.599: ἀφρῷ μορμύροντα ἰδὼν ἀνά τ’ ἔδραμ’ ὀπίσσω:


Iliad 5.600: ὣς τότε Τυδείδης ἀνεχάζετο εἶπὲ τε λαῷ


Iliad 5.601: ὦ φίλοι: οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον


Iliad 5.602: αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:


Iliad 5.603: τῷ δ’ αἰεὶ πάρα εἷς γε θεῶν: ὃς λοιγὸν ἀμύνει:


Iliad 5.604: καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς:


Iliad 5.605: ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω


Iliad 5.606: εἴκετε: μὴδὲ θεοῖς μενεαινέμεν ἶφι μαχεσθαι:


Iliad 5.607: Ὣς ἂρ ἔφη: Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν:


Iliad 5.608: ἔνθ’ Ἕκτωρ δύω φῶτε κατὲκτανεν εἰδότε χάρμης:


Iliad 5.609: εἰν ἑνὶ δίφρῳ ἐόντε: Μενέσθην : Ἀγχίαλόν τε.


Iliad 5.610: τὼ δὲ πεσόντ’ ἐλέησε μέγας Τελαμώνιος Αἴας :


Iliad 5.611: στῆ δὲ μάλ’ ἐγγύς ἰων καὶ ἀκόντισε δουρὶ φαεινῷ:


Iliad 5.612: καὶ βάλεν Ἄμφιον Σελάγου υἱὸν ὅς ῥ’ ἐνὶ Παισῷ


previousnext
msA 73vmsA 74v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1