Venetus A (Marciana 454 = 822), folio 74, verso
previous | next |
---|---|
msA 74r | msA 75r |
Iliad text (23 lines)
Iliad 5.613: ναῖε πολυκτήμων πολυλήιος: ἀλλά ἑ μοῖρα
Iliad 5.614: ἦγ’ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας:
Iliad 5.615: τὸν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας
Iliad 5.616: νειαίρῃ δ’ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος:
Iliad 5.617: δούπησεν δὲ πεσὼν ὅ δ’ ἐπέδραμε φαίδιμος Αἴας :
Iliad 5.618: τεύχεα συλήσων: Τρῶες δ’ ἐπι δούρατ’ ἔχευαν
Iliad 5.619: ὀξέα παμφανόωντα σάκος δ’ ἀνεδέξατο πολλά
Iliad 5.620: αὐτὰρ ὃ λὰξ προβάς, ἐκ νεκροῦ χάλκεον ἔγχος
Iliad 5.621: ἐσπάσατ’ οὐδ’ ἄρ ἔτ’ ἄλλα δϋνήσ το τεύχεα καλά
Iliad 5.622: ὤμοιιν ἀφελέσθαι: ἐπείγετο γὰρ βελέεσσιν:
Iliad 5.623: δεῖσε δ’ ὅ γ’ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων:
Iliad 5.624: οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε’ ἔχοντες:
Iliad 5.625: οἵ καί μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν
Iliad 5.626: ὦσαν ἀπὸ σφείων: ὁ δὲ χασσάμενος πελεμίχθη:
Iliad 5.627: Ὣς οἱ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
Iliad 5.628: Τληπόλεμον δ’ Ἡρακλείδην ἠύν τε μέγαν τε:
Iliad 5.629: ὦρσεν ἐπ’ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή:
Iliad 5.630: οἵδ’ ὅτε δή σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες:
Iliad 5.631: υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο:
Iliad 5.632: τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν:
Iliad 5.633: Σαρπῆδον Λυκίων βουληφόρε: τίς τοι ἀνάγκη
Iliad 5.634: πτώσσειν ἐνθάδ’ ἐόντι μάχης ἀδαήμονι φωτί:
Iliad 5.635: ψευδόμενοι δέ σε φασὶ Διὸς γόνον αἰγιόχοιο
previous | next |
---|---|
msA 74r | msA 75r |