Venetus A (Marciana 454 = 822), folio 75, recto
previous | next |
---|---|
msA 74v | msA 75v |
Iliad text (25 lines)
Iliad 5.636: εἶναι: ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν,
Iliad 5.637: οἱ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνων :
Iliad 5.638: ἀλλ’ οἷόν τινα φασὶ βίην Ἡρακλειείην
Commented on by msA 5.3001, msA 5.3002, msAim 5.3006
Iliad 5.639: εἶναι. ἐμὸν πατέρα, θρασυμέμνονα θυμολέοντα:
Commented on by msA 5.3003
Iliad 5.640: ὅς ποτε δεῦρ’ ἐλθὼν ἕνεχ’ ἵππων Λαομέδοντος
Iliad 5.641: ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Iliad 5.642: ‘ Ϊλίου ἐξαλάπαξε πόλιν: χήρωσε δ’ ἀγυιάς:
Iliad 5.643: σοὶ δὲ κακὸς μὲν θυμὸς, ἀποφθινύθουσι δὲ λαοὶ:
Iliad 5.644: οὐδέ τι σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
Iliad 5.645: ἐλθόντ’ ἐκ Λυκίης . οὐδ’ εἰ μάλα καρτερός ἐσσι:
Iliad 5.646: ἀλλ’ ὑπ’ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν:
Iliad 5.647: τὸν δ’ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδᾱ:
Iliad 5.648: Τληπόλεμ’ , ἤτοι κεῖνος ἀπώλεσεν ´Ϊλιον ῾ϊρὴν
Commented on by msAim 5.3007
Iliad 5.649: ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος :
Iliad 5.650: ὁς ῥά μιν εὖ έρξαντα: κακῷ ἠνίπαπε μύθω.
Iliad 5.651: οὐδ’ ἀπέδωχ’ ἵππους: τὧν εἵνεκα τηλόθεν ἦλθε:
Iliad 5.652: σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
Iliad 5.653: ἐξ ἐμέθεν τεύξεσθαι: ἐμῷ δ’ ὑπο δουρὶ δαμέντα.
Iliad 5.654: εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ:
Commented on by msA 5.3004
Iliad 5.655: ὡς φάτο Σαρπηδὼν , ὁ δ’ ἀνέσχετο μείλινον ἔγχος
Iliad 5.656: Τληπόλεμος , καὶ τῶν μὲν, ἁμαρτῇ δούρατα μακρὰ
Commented on by msA 5.3005
Iliad 5.657: ἐκ χειρῶν ἤϊξαν: ὁ μὲν βάλεν αὐχένα μέσσον
Commented on by msAint 5.3008
Iliad 5.658: Σαρπηδὼν , αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή:
Iliad 5.659: τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν:
Iliad 5.660: Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
Other texts (7 passages)
Scholia group: msA
msA 5.3001: ‡ἀλλ’ οἶον τινὰ: ταῦτα. ἀφ ετέρας ἀρχης πάντως ἀναγνωστέον: ἐάν τε δασύνωμεν τὸ οἷον ὡς Ἀριστοφανης καὶ Ἀρίσταρχος : ἐὰν τε ψιλῶμεν ὡς Παρμενίσκος . μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμος νοεῖται καὶ μάλιστα ὅ τι πρόκειται τὸ τίνα ⁑
Comments on 5.638
msA 5.3003: θρασυμέμνονα: τολμηρόν θρασὺν ἐν τῷ μένειν ἢ θρασέως ὑπομενοντ ἐν τῇ μάχῃ⁑
Comments on 5.639
msA 5.3004: κλυτοπώλῳ: ἐνδόξους ἵππους ἔχοντι ἡ οὗ κλυτὴ ἐστιν ἡ ἐπιπώλησις οἷον ἀκουστὴ διὰ τὰς ἐπι τοῖς ἀποθνήσκουσιν οἰμωγας. ἡ οἰκέτῳ ἠ ἐπιθέτω καὶ κατα τοῦ Ἅδου κεχρῆσθαι. διὰ την της Περσεφόνης ἁρπαγην. ἠ κλυτοπώλῳ τῷ ἱππικῷ ἁρμόδιον δὲ τὸ ἐπίθετον τῷ ἅμα νοήματι, τὰ πανταχοῦ ζῶα καταλαμβάνοντι⁑
Comments on 5.654
msA 5.3005: ‡καὶ τὸν μὲν ἁμαρτῇ τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ, καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους: ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτῷ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι: διὸ καὶ κατ αυτὸν χωρὶς τοῦ ϊ γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον γενόμενον παρα τὸ ἅμα καὶ τὸ ἀρτῶ⁑
Comments on 5.656
Scholia group: msAim
msAim 5.3006: οτι τὸ οἷον ἐπι θαυμασμοῦ τινὲς δὲ ἀλλοῖον παρα τοὺς νῦν Ζηνοδ δὲ καὶ και ἀμέτρως γράφει Ἡρακλείην ⁑
Comments on 5.638
msAim 5.3007: ὅτι θηλυκως την Ἴλιον :
Comments on 5.648
Scholia group: msAint
msAint 5.3008: οτι τὰ δόρατα ήϊξαν⁑
Comments on 5.657
previous | next |
---|---|
msA 74v | msA 75v |