Venetus A (Marciana 454 = 822), folio 77, verso

previousnext
msA 77rmsA 78r

Iliad text (26 lines)


Iliad 5.761: ἄφρονα τοῦτον ἀνέντες: ὃς, οὔ τινα οἶδε θέμιστα:


Iliad 5.762: Ζεῦ πάτερ, ῆ ρά τί μοι κεχολώσεαι: αἴ κεν Ἄρηα


Iliad 5.763: λυγρῶς πεπληγυῖα: μάχης ἒξ ἀποδίωμαι:

Commented on by msAim 5.4056


Iliad 5.764: τὴνδ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς :

Commented on by msAim 5.4057


Iliad 5.765: ἄγρει, μάν οἱ. ἔπορσον Ἀθηναίην ἀγελείην:


Iliad 5.766: ἥ ἑ μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν:


Iliad 5.767: ὡς ἔφατ’: οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη


Iliad 5.768: μάστιξεν δ’ ἵππους: τὼ δ’ οὐκ ἄκοντ’ ἐπετέσθην

Commented on by msAext 5.4082


Iliad 5.769: μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος:


Iliad 5.770: ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴ̈δεν ὀφθαλμοῖσιν

Commented on by msA 5.4033


Iliad 5.771: ἥμενος ἐν σκοπιῇ: λεύσσων ἐπὶ οἴνοπα πόντον.


Iliad 5.772: τόσσον ἐπιθρώισκουσι θεῶν ὑψηχέες ἵπποι:


Iliad 5.773: ἀλλ’ ὅτε δὴ, Τροίην ἵ̈ξον ποταμώ τε ῥέοντε.


Iliad 5.774: ᾗχι ῥόας Σιμόεις συμβάλλετον ἠδὲ, Σκάμανδρος :

Commented on by msA 5.4034


Iliad 5.775: ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη


Iliad 5.776: λύσασ’ ἐξ ὀχέων. περὶ δ’ ἠέρα πουλὺν ἔχευεν:

Commented on by msAint 5.4071


Iliad 5.777: τοῖσιν δ’ ἀμβροσίην Σιμόεις ἀνέτειλε, νέμεσθαι:


Iliad 5.778: αἱ δὲ βάτην: τρήρωσι πελειάσιν ΐθμαθ’ ὁμοῖαι.


Iliad 5.779: ἀνδράσιν Ἀργείοισιν ἀλέξέμεναι μεμαυῖαι:


Iliad 5.780: ἀλ’λ’ ὅτε δή ῥ’ ἵ̈κανον ὅθι πλεῖστοι καὶ ἄριστοι


Iliad 5.781: ἔστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο


Iliad 5.782: εἰλούμενοι. λείουσιν ἐοικότες ὠμοφάγοισιν.


Iliad 5.783: ἢ συσὶ κάπροισιν. τῶν τε, σθένος οὐκ αλαπαδνόν:


Iliad 5.784: ἔνθα στᾶς’ ἤϋσε θεὰ λευκώλενος Ἥρη

Commented on by msAint 5.4072


Iliad 5.785: Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ:

Commented on by msA 5.4035, msAim 5.4058


Iliad 5.786: ὃς, τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα:


Other texts (6 passages)


Scholia group: msA

msA 5.4033: ‡ὅσσον δ’ ηεροειδὲς ἀνὴρ: ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενος ἐμποδίζοντος. ἢ ἀερῶδες σκοτεινόν ᾗχι ῥοάς⁑

Comments on 5.770


msA 5.4034: ᾗχι ῥοὰς , ὅτι κατ αμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν: ἔδει γὰρ ᾗχι ῥοὰς Σιμόεις , καὶ Σκάμανδρος συμβάλλετον, τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε, καὶ Ἀλκμάν : δι ὃ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτος πρωτος ἐχρήσατο, ἀλλ ὅτι τῷ τοιούτῳ ἔδει πεπλεόνακε: τὸ δὲ σχῆμα προ ἐπίζευξιςπροθεὶς προςθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν, ἐπάγει πληθυντικὸν, καὶ λοιπον ἀναπληροῖ, τῇ ἐπαγωγῇ: ἦ μὲν δὴ θάρσος μοι ἔνθα μὲν εἰς Ἀχέροντα εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης: ἀλλαχοῦ δὲ μεσσηγὺς Σιμόεντος ,ἠδὲ Ξάνθοιο ῥοάων ⁑

Comments on 5.774


msA 5.4035: Στέντορι : τινὲς αὐτὸν Θρᾷκα Ἑρμεῖ δὲ περι μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι: αὐτὸν δὲ ευρεῖν και τὴν δια κόχλου γραφην τινες δὲ Ἀρκάδα φασὶ τὸν Στέντορα καὶ εν τῷ Καταλόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους έν τισι δὲ οὐκ ἦν ὁ στίχος δια την ὑπερβολήν ⁑

Comments on 5.785


Scholia group: msAim

msAim 5.4056: ὅτι ἀντι του πλήσσουσα τῷ παθητικῶ⁑

Comments on 5.763


msAim 5.4057: οτι ἔνιοι γράφουσι τὴν δ’ εῦτε προσέειπε πατηρ ἀνδρῶν τε θεῶν τε ⁑

Comments on 5.764


msAim 5.4058: ὅτι ενταυθα μονον μνημονεύει τ του Στεντορος ⁑

Comments on 5.785


previousnext
msA 77rmsA 78r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1