Venetus A (Marciana 454 = 822), folio 78, recto

previousnext
msA 77vmsA 78v

Iliad text (26 lines)


Iliad 5.787: αἰδὼς Ἀργεῖοι κακ`’ ἐλέγχεα εἶδος ἀγητοί:

Commented on by msAint 5.4073, msAim 5.4059, msAim 5.4060


Iliad 5.788: ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεὺς :


Iliad 5.789: οὐδέ ποτε Τρῶες προ πυλάων Δαρδανιάων


Iliad 5.790: οἴχνεσκον: κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος:


Iliad 5.791: νῦν δὲ ἑκὰς πόλιος: κοίλῃς ἐπι νηυσὶ μάχονται:


Iliad 5.792: ὡς εἰποῦς’ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου:


Iliad 5.793: Τυδείδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη :


Iliad 5.794: εὗρε δὲ τόν γε, ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν


Iliad 5.795: ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ:

Commented on by msAim 5.4061


Iliad 5.796: ἱ̈δρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος

Commented on by msAint 5.4074


Iliad 5.797: ἀσπίδος εὐκύλου: τῷ τείρετο κάμνε δὲ χεῖρα:

Commented on by msAim 5.4062


Iliad 5.798: ἂν δ’ ἴ̈σχων τελαμῶνα. κελαινεφὲς αἷμ’ ἀπομόργνυ.

Commented on by msA 5.4036


Iliad 5.799: ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο. φώνησέν τε:


Iliad 5.800: ῆ ὀλίγον οἷ, παῖδα ἐοικότα γείνατο Τυδεύς :

Commented on by msAint 5.4075, msA 5.4037


Iliad 5.801: Τυδεύς τοι. μικρὸς μὲν ἔην δέμας. ἀλλὰ μαχητής:


Iliad 5.802: καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον.


Iliad 5.803: οὐδ’ ἐκπαιφάσσειν, ὅτε τ’, ἤλυθε. νόσφιν Ἀχαιῶν


Iliad 5.804: ἄγγελος ἐς Θήβας , πολέας μετὰ Καδμείωνας :


Iliad 5.805: δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον:


Iliad 5.806: αὐτὰρ ὃ θυμὸν ἔχων, ὃν, καρτερὸν ὡς τὸ πάρος περ.


Iliad 5.807: κούρους Καδμείων προκαλίζετο: πάντα δ`’ ἐνίκα:

Commented on by msA 5.4038


Iliad 5.808: ῥηϊδίως: τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.

Commented on by msAint 5.4076, msAext 5.4083


Iliad 5.809: σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω:


Iliad 5.810: καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι:


Iliad 5.811: ἀλλά σευ; ἠ κάματος πολυα’ϊξ γυῖα δέδῡκεν.

Commented on by msAext 5.4084


Iliad 5.812: ἤ νύ˘ σέ που δέος ἴσχει ἀκήριον: οὐ σύ γ’ ἔπειτα

Commented on by msA 5.4039


Other texts (12 passages)


Scholia group: msA

msA 5.4036: ἀν δ’ ἴσχων: ὡς λέγων ἔχων οὐδε γαρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου ἄνευ γὰρ τοῦ ϊ ἐλέγετο ἂν σχών: ζητεῖται πότερον ΐσχων ὡς τρέχων ἢ ὡς νοῶν εὑρέθη γὰρ ΐσχηκα ὁ παρακείμενος: ἀλλα τουτο οὐδὲν συμβάλλεται προς τὴν Ὁμηρικην ἀναγνωσιν παρ αυτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου ΐσχεσθ’ Ἀργεῖοι: ἴσχον γαρ πυργηδόν: ἥ τε πληθυντικῂ μετοχῇ χείρας τ’ ἀνίσχοντες ⁑

Comments on 5.798


msA 5.4037: ἣ ολιγόν οἷ παῖδα: ὅτι οὐ λέγει κατα τί ὅμοιον. ἀλλ ἀντι του οὐδε ὅλως ὅμοιον τὸν δε ῆ περισπαστεον βούλονται γὰρ αὐτὸν ἰσυδυναμεῖν τὸ δῆ καὶ βεβαιωτικον εἶναι τοιοῦτος γὰρ ὁ κατ αρχην ε την δε ἀντωνυμίαν ὀρθοτονουσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται ⁑

Comments on 5.800


msA 5.4038: κούρους Καδμείων προκαλίζετο παντα δ’ ἐνίκα: ὅτι Ζηνοδοτος ὑποτάσσει τούτῳ στίχον ῥηϊδίως τοίη οἱ εγων ἐπιτάρροθος ἦα , ἐναντιοῦται δέ: ἡ γὰρ Αθηνὰ οὐ φησὶ παροτρύνειν ἀλλα κωλύειν κατήχθη δὲ οὐ δεόντως εκ τοῦ Αγαμεμνονος λόγου⁑

Comments on 5.807


msA 5.4039: ἤ νυ σέ που ὁ η ὀξύνεται διαζευκτικος γάρ φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν δια τὴν σὲ ἐγκλιτικὴν ουσᾶν⁑

Comments on 5.812


Scholia group: msAim

msAim 5.4059: ἐλέγχεα ὡς τείχεα οὐ γὰρ νῦν ἐπιθετικὸν:

Comments on 5.787


msAim 5.4060: Ἀρίσταρχος κακκελέχεες τὸ δὲ ἑξῆς διχῶς εἶδος ἄριστοι καὶ εἶδος ἄγητοί ⁑

Comments on 5.787


msAim 5.4061: ὅτι ἰδίως εἴρηκεν ἀντὶ του ο βαλων ἕλκος ἐποίησεν ⁑

Comments on 5.795


Scholia group: msAint

msAint 5.4073: εἰδος ἀγητοί τῷ είδει μόνον θαυμαστοί:

Comments on 5.787


msAint 5.4075: οτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλ’ αντι τοῦ οὐδε όλως ὅμοιον⁑

Comments on 5.800


msAint 5.4076: τοῦτον τoν στίχον. οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου : καὶ γὰρ ἀντιπράττει, καὶ προς τὸ δαίνυσθαί μιν ἄνωγον ἐνι μεγάροισιν ἕκηλον : καὶ οὐχ οἷόν τε ἐπιφέρειν, σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵ¨σταμαι, ἠδὲ φυλάσσω :

Comments on 5.808


Scholia group: msAext

msAext 5.4083: τοί η

Comments on 5.808


msAext 5.4084: αλλὰσεῦ

Comments on 5.811


previousnext
msA 77vmsA 78v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1