Venetus A (Marciana 454 = 822), folio 79, verso

previousnext
msA 79rmsA 80r

Iliad text (25 lines)


Iliad 5.863: δείσαντας, τόσον ἔβραχ’ Ἄρης , ἆτος πολέμοιο:


Iliad 5.864: οἵη δ’ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ

Commented on by msA 5.5011


Iliad 5.865: καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο.


Iliad 5.866: τοῖος Τυδείδῃ Διομήδεϊ χάλκεος Ἄρης


Iliad 5.867: φαίνεθ’ ὁμοῦ νεφέεσσιν, ἰὼν εἰς οὐρανὸν εὐρὺν .

Commented on by msA 5.5032


Iliad 5.868: καρπαλίμως δ’ ί̈κανε θεῶν έδος: αἰπὺν Ὄλυμπον :


Iliad 5.869: πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων:


Iliad 5.870: δεῖξεν δ’ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς:


Iliad 5.871: καί ρ’ ὀλοφυρόμενος, ἔπεα πτερόεντα προσηύδα


Iliad 5.872: Ζεῦ πάτερ. οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα:


Iliad 5.873: αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν


Iliad 5.874: ἀλλήλων ἰ̈ότητι, χάριν ἄνδρεσι φέροντες:

Commented on by msAim 5.5020


Iliad 5.875: σοὶ πάντες μαχόμεσθα: σὺ γὰρ τέκες ἄφρονα κούρην.

Commented on by msA 5.5012


Iliad 5.876: οὐλομένην. ἥ τ’ αἰὲν. ἀήσυλα ἔργα μέμηλεν:


Iliad 5.877: ἄλλοι μεν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ


Iliad 5.878: σοί τ’ ἐπιπείθονται: καὶ δεδμήμεσθα ἕκαστος,

Commented on by msA 5.5013


Iliad 5.879: ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ:


Iliad 5.880: ἀλλ’ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον:


Iliad 5.881: ἣ νῦν Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα

Commented on by msA 5.5014


Iliad 5.882: μαργαίνειν ἀνέἡκεν ἐπ αθανάτοισι θεοῖσι:


Iliad 5.883: Κύπριδα μὲν πρῶτον: σχεδὸν οὔτασε χεῖρ’ ἐπι καρπῷ.

Commented on by msA 5.5015


Iliad 5.884: αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος:


Iliad 5.885: ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες: ῆ τέ, κε δηρὸν


Iliad 5.886: αὐτοῦ πήματ’ ἔπασχον ἐν, αἰνῇσιν, νεκάδεσσιν


Iliad 5.887: ἤ κε̄ν, ζὼς, ἀμενηνὸς, ἔα, χαλκοῖο τυπῇσι:

Commented on by msA 5.5017, msA 5.5018, msA 5.5019


Other texts (9 passages)


Scholia group: msA

msA 5.5011: οἵη δ’ ἐκ νεφέων ἐρεβεννῆ. προς τὴν πλοκην τοῦ ἑξῆς λόγου οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσάεος ἀνεμυ ὀρνυμένου ἐκ καύματο

Comments on 5.864


msA 5.5013: σοί τ’ ἐπιπείθονται προς τὸ σχῆμα εδει γὰρ πειθόμεθα καὶ δεδυμήμεθα ἕκαστος⁑

Comments on 5.878


msA 5.5014: ὑπέρθυμον διομη αἱ Ἀριστάρχου ὑπερφίαλον ουχ υπέρθυμον ὥσπερ αἱ δημώδεις⁑

Comments on 5.881


msA 5.5015: Κύπριδα μὲν πρῶτον ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγορῖ ἀλλ’ ἐξ ετέρων ὡμολογημενων⁑

Comments on 5.883


msA 5.5016: ἡ τέ κε δηρόν ῆ κεν ζῶς: διζεντκοὶ ἀμφότεροι διὸ ὀξύνονται δια τὰ ἐπιφερόμεναv ἐγκλιτικὰ χωρὶς εἰ μη ὁ δεύτερος βεβαιωτικος: καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια⁑

Comments on 5.885-5.887


msA 5.5017: ζῶς: τὸ ζῶς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐ‘χ ὑγιῶς μόνον γὰρ τὸ σῶς ἐστι περισπώμενον μονοσύλλαβον εἰςας λῆγον ἀρσενικον γεγονοσ ἠ ἐκ τοῦ σόος ὡς οἵεται φιλόξενοσ, ἡ ἐκ τοῦ σάος ὅπερ κρεῖττον: εἰ δὲ ὁ ἀσκαλωνίτης ἀξιοῖ αὐτο ἐκ τοῦ ζωὸς , ΐστω: ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἢν ἔνθεν περιεσπᾶτο τὸ σῶς: τὸ δὲ ζὼς ἐξ οξυνομένου ὡς φηεσὶ τοῦ ζωός: ἄμεινον δὲ ὀξύνειν ἐγκλινειν δὲ ἐν ταύτῃ: τῇ: ἀναγνώσι: η μέντοι κλίσις αὐτοῦ ἰσοσσυλλα εὐρεθη⁑

Comments on 5.887


msA 5.5018: ἀμενηνος ἔ τὸ ἔα ϊωνικον ἐστιν εκ τοῦ ἦ γεγονος. διὸ συσταλτέον τὸ ἄλφα, ὁμοίως τῷ τοῖος ἔα ἐν πολέμῳ ὃ καὶ δια τοῦ ην λέγεται τοῖς ῆα φιλοπτόλεμοσ . τὸ δὲ μέτρον οὐ κωλύεται: ἀπήρτησε γὰρ εἰς μερος λόγου καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ ἀμφηρεφέα τε φαρέτρην ⁑

Comments on 5.887


msA 5.5019: τυπῇσιν ὡς πληγῇσι . δοκεῖ δὲ ὡς προς τὴν ἀναλογίαν σημειοῦσθαι τὰ γὰρ εἰς πην μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι εἰ δε τί ὀξύνεται ἔχει προ τέλους ἢ ϊ ἢ ο : πῶς οὖν τὸ τυπην μόνον ὀξυνόμενον τῷ υ παρελήχθη⁑

Comments on 5.887


Scholia group: msAil

msAil 5.5033: μανιοδῶς διακεῖσθαι⁑

Comments on 5.1


previousnext
msA 79rmsA 80r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1