Venetus A (Marciana 454 = 822), folio 80, recto
previous | next |
---|---|
msA 79v | msA 80v |
Iliad text (22 lines)
Iliad 5.888: τὸν δ’ άρ’ ὑπόδρα ἰ̈δὼν προσέφη νεφεληγερέτα Ζεύς :
Iliad 5.889: μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε:
Iliad 5.890: ἔχθιστος δέ μοι ἐσσὶ θεῶν οἳ Ὄλυμπον ἔχουσιν:
Iliad 5.891: αἰεὶ γάρ τοι ἔρις τε φίλη: πόλεμοί τε. μάχαι τε:
Commented on by msA 5.5021
Iliad 5.892: μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτὸν
Commented on by msA 5.5022
Iliad 5.893: Ἥρης . τὴν μὲν ἐγω σπουδῇ δάμνημ’ ἐπέεσσι:
Commented on by msAim 5.5027
Iliad 5.894: τώ σ’ ὀίω κείνης τάδε πάσχειν ἐννεσίῃσιν:
Commented on by msAext 5.6132
Iliad 5.895: ἀλλ`’ οὐ μὰν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε ἔχοντα:
Iliad 5.896: ἐκ γὰρ ἐμεῦ γένος ἐσσί: ἐμοὶ δέ σε γείνατο μήτηρ:
Iliad 5.897: εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ, ὧδ’ ἀΐδηλος,
Iliad 5.898: καί κεν δὴ πάλαι ῆσθας. ἐνέρτερος Οὐρανιώνων:
Commented on by msA 5.5023
Iliad 5.899: ὡς φάτο. καὶ Παιήον’ . ἀνώγειν, ἰ̈ήσασθαι:
Commented on by msA 5.5024
Iliad 5.900: τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσεν:
Iliad 5.901: ἠκέσατ’ οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο
Commented on by msAint 5.5029
Iliad 5.902: ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
Iliad 5.903: ὑγρὸν ἐὸν: μά´λα δ’ ῶκα περιτρέφεται κυκόωντι:
Commented on by msAint 5.5030
Iliad 5.904: ὡς ἄρα καρπαλίμως ἰ̈ήσατο θοῦρον Ἄρηα :
Iliad 5.905: τὸν δ’ Ἥβη λοῦσεν: χαρίεντα δὲ εἵματα ἕσσε:
Commented on by msA 5.5025
Iliad 5.906: πὰρ δὲ Διὶ̈ Κρονίωνι καθέζετο κύδεϊ γαίων:
Commented on by msA 5.5026
Iliad 5.907: αἱ δ’ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο, νέοντο
Iliad 5.908: Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη :
Iliad 5.909: παύσασαι βροτολοιγὸν Ἄρην ἀνδροκτασιάων ⁑
Commented on by msAim 5.5028
Other texts (2 passages)
Scholia group: msAint
msAint 5.5030: περι πήγνυται
Comments on 5.903
Scholia group: msAext
msAext 5.6132: ὀΐω
Comments on 5.894
previous | next |
---|---|
msA 79v | msA 80v |