Venetus A (Marciana 454 = 822), folio 80, verso
previous | next |
---|---|
msA 80r | msA 81r |
Iliad text (25 lines)
Iliad 6.1: Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:
Commented on by msA 6.1, msAil 6.A1
Iliad 6.2: πολλὰ δ’ ὰρ ἔνθα καὶ ἔνθ’ ἴ̈θυσε μάχη πεδίοιο
Commented on by msAint 6.162, msA 6.2
Iliad 6.3: ἀλλήλων ἰ̈θυνομένων χαλκήρεα δοῦρα
Commented on by msA 6.3
Iliad 6.4: μεσσηγὺς Σιμόεντος ἰ̈δὲ Ξάνθοιο ῥοάων:
Commented on by msA 6.4
Iliad 6.5: Αἴας δὲ πρῶτος Τελαμώνιος : έρκος Ἀχαιῶν .
Iliad 6.6: Τρώων ῥῆξε φάλαγγα. φόως δ’ ἑτάροισιν ἔθηκεν
Iliad 6.7: ἄνδρα βαλὼν: ὃς, ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο.
Iliad 6.8: υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠΰν τε μέγαν τε:
Commented on by msAil 6.A2
Iliad 6.9: τόν ρ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης.
Commented on by msAim 6.206
Iliad 6.10: ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ’ ὰρ ὀστέον εἴσω
Iliad 6.11: αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψεν:
Iliad 6.12: Ἄξυλον δ’ ὰρ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Iliad 6.13: Τευθρανίδην : ὃς, ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
Iliad 6.14: ἀφνειὸς βιότοιο: φίλος δ’ ἦν ἀνθρώποισι:
Iliad 6.15: πάντας γὰρ φιλέεσκεν. ὁδῷ ἔπι οἰκίᾳ ναίων:
Commented on by msAim 6.207
Iliad 6.16: ἀλλά οἱ οὔ τις τόν γε τότ’ ήρκεσε λυγρὸν ὄλεθρον
Iliad 6.17: πρόσθεν ὑπαντιάσας: ἀλλ`’ ἄμφω θυμὸν ἀπήύρα
Commented on by msA 6.6, msAim 6.208
Iliad 6.18: αὐτὸν καὶ θεράποντα Καλήσιον . ὅς, ῥα τοθ’ ἵππων
Commented on by msA 6.7
Iliad 6.19: ἔσκεν ὑφ’ ἡνίοχος. τὼ δ’ ἄμφω γαῖαν ἐδύτην:
Commented on by msA 6.8
Iliad 6.20: Δρῆσον δ’ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε.
Iliad 6.21: βῆ δὲ μετ’ Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
Iliad 6.22: νηῒς. Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βουκολίωνι :
Commented on by msAil 6.A3
Iliad 6.23: Βουκολίων δ’ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
Iliad 6.24: πρεσβύτατος γενεῇ. σκότιον δέ ἑ γείνατο μήτηρ
Commented on by msAint 6.163, msA 6.9, msAim 6.209
Iliad 6.25: ποιμαίνων δ’: ἐπ’ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ:
Commented on by msA 6.10
Other texts (15 passages)
Scholia group: msA
msA 6.1: ἡ Τροία τά μὲν θαλάσσα πρὸς Ἑλλήσποντον ἔχει: τὰ δὲ βόρεια προς Ζέλειαν : τὰ δὲ ὑποκείμενα Φρυγίαν . τὰ δὲ προς μεσημβρίαν Λυδίας ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς: καὶ ἐξετασιν ἀμφοτερων ποιεῖ ἐμονωθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας: Ἡρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπιᾶσιν Ἀπόλλων δὲ εἰς Πέργαμον: ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδιτη τέτρωνται υπο Διομηδ ⁑
Comments on 6.1
msA 6.2: ἴθυσε μάχη ἐπ ευθειας ἑφέρετο ἡ μάχῃ ποτὲ μὲν τῶν Ἀχαιῶν ἀνατρεπόντων τοὺς Τρώας ποτὲ δὲ ἀνατρεπομένων ὑπ αυτῶν ⁑
Comments on 6.2
msA 6.3: ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα ὅτι ἀντι του ἐπ αλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί προ
Comments on 6.3
msA 6.4: μεσσιτὺς Σιμόεντος ὅτι ἐντοῖς ἀρχαίοις ἐγέγραπτο μεσσηγῦς ποταμοῖο Σκαμάνδρου . καὶ στόμαλίμνης : διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται: καὶ ὕστερον δὲ περιπεσων ἐγραψε : μεσσηγὺς Σιμόεντος καὶ οὐρανοῦ ἀστερόεντος ἱδὲ Ξάντοιο ῥοαων : τοῖς γὰρ του ναυσταθμοῦ τόποις ἡ γραφὴ συμφέρει πρὸς οὓς μάχονται ⁑
Comments on 6.4
msA 6.5: ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων την ὁμοιότητα ὃ γὰρ δύναται προς ἀσφάλειαν π τεῖχος. τοῦτο προς σριαν στρατοῦ γενναιος ἀνήρ: καὶ πάλιν: ὃ δύναται ῥῆξις ἐσθῆτος την σκέπην ἀναιροῦσα. τοῦτο ἐδυνήθη. ὁ την φάλαγγα ῥήξας. καὶ πάλιν ὡς ὀνίνηισι φῶς τοὺς σκότῳ κατεχομένους: οὕτως τοὺς νικωμένους ὑπο τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια ⁑
Comments on 6.5-6.6
msA 6.6: πρόσθεν ὑπαντιάσας προς τὸ σχῆμα ἡ διπλῆ ἀμφοτέρους του ψυχην ἀφείλετο. ἀντι τοῦ ἀμφοτέρων: τὸ γὰρ ἄμφω ἠ ἀμφότεροι ἠ ἀμφοτέρους σημαίνει ⁑
Comments on 6.17
msA 6.7: αὐτὸν καὶ θεράποντα Καλήσιον ὅτι ὀνοματοθετικῶς ὁ ποιητης ἀπο γὰρ του καλεῖν ἐπι τὰ ξένια Καλήσιος ⁑
Comments on 6.18
msA 6.8: ἕσκεν ὑφ’ ἡνίοχος ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ Ποσειδάων ὑποδμώς ⁑
Comments on 6.19
msA 6.9: πρεσβύτατος γενεῆ ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνοῦσίας λαθραίας δὲ μίξεως γεγονότας σκοτίους καλεῖ τοὺς δὲ αὐτοὺς καὶ παρθενίους ⁑
Comments on 6.24
msA 6.10: ποιμαίνων δ’ έπ’ ὁεσσι ἀντὶ τοῦ παρ όεσσι καὶ ὅτι εντῷ τώπω τῶν οἰῶν λέγει ⁑
Comments on 6.25
Scholia group: msAint
msAint 6.162: οτι ελλειπ ἡ δια ἵν ᾖ δια πεδιου ⁑
Comments on 6.2
Scholia group: msAim
msAim 6.206: οτι αντι τοῦ ἐπαισε:
Comments on 6.9
msAim 6.207: αντι του εξένιζεν
Comments on 6.15
msAim 6.209: σκότιον ὡς λόγιον τὸ γὰρ κύριον προ τέλους ἔχει τὴν ὀξεῖαν ⁑
Comments on 6.24
Scholia group: msAil
msAil 6.A1: α
Comments on 6.1
previous | next |
---|---|
msA 80r | msA 81r |