Venetus A (Marciana 454 = 822), folio 81, recto
previous | next |
---|---|
msA 80v | msA 81v |
Iliad text (25 lines)
Iliad 6.26: ἡ δ`’ ὑποκοσαμένη διδυμάονε γείνατο παῖδε:
Commented on by msAil 6.283
Iliad 6.27: καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
Iliad 6.28: Μηκιστηϊάδης καὶ ἀπ’ ὤμων τεύχε’ ἐσύλα:
Commented on by msA 6.11
Iliad 6.29: Ἀστύαλον δ’ ὰρ ἔπεφνε μενεπτόλεμος Πολυποίτης :
Iliad 6.30: Πιδύ̄την δ’ Ὀδυσσεὺς Περκώσιον ἐξενάριξεν
Iliad 6.31: ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ’ Ἀρετάονα δῖον:
Commented on by msA 6.12, msAim 6.210
Iliad 6.32: Ἀντίλοχος δ’ Ἄβληρον : ἐρήρατο δουρὶ φαεινῷ
Iliad 6.33: Νεστορίδης : Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ,
Iliad 6.34: ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ’ ὄχθας
Commented on by msA 6.13
Iliad 6.35: Πήδασον αἰπεινήν. Φύλακον δ’ ἕλε Λήϊτος ἥρως
Commented on by msA 6.15
Iliad 6.36: φεύγοντ’. Εὐρύπυλος δὲ Μελάνθιον ἐξεναρίξεν:
Commented on by msA 6.14
Iliad 6.37: Ἄδρηστον δ’ ἂρ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
Commented on by msAim 6.211
Iliad 6.38: ζωὸν ἕλ’: ἵππω γὰρ οἱ ἀτυζομένω πεδίοιο.
Iliad 6.39: ὄζω ἐνι βλαφθέντε μυρικίνῳ. ἀγκύλον ἅρμα
Iliad 6.40: ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ. αὐτῶ μὲν ἐβήτην
Commented on by msAint 6.164, msAil 6.A4
Iliad 6.41: πρὸς πόλιν. ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο:
Commented on by msA 6.18
Iliad 6.42: αὐτὸς δ’ ἐκ δίφροιο. παρὰ τροχὸν ἐξεκυλίσθη
Iliad 6.43: πρηνὴς ἐν κονίῃσιν. ἐπὶ στόμα: παρ δέ οἱ έστη
Commented on by msA 6.19
Iliad 6.44: Ἀτρείδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος:
Iliad 6.45: Ἄδρηστος δ’ ὰρ ἔπειτα λαβῶν ἐλίσσετο γούνων:
Commented on by msA 6.20
Iliad 6.46: ζώγρει Ἀτρέος υἱὲ. σὺ δ’ ἄξια δέξαι ἄποινα:
Iliad 6.47: πολλὰ δ’ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται.
Iliad 6.48: χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος:
Iliad 6.49: τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
Iliad 6.50: εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν :
Commented on by msAint 6.165
Other texts (14 passages)
Scholia group: msA
msA 6.11: καὶ ἀπ’ ὥμων τεύχε ἐσύλα καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν και συνεκδοχῇ ὅλου τοῦ σώματος ⁑
Comments on 6.28
msA 6.12: ἔγχεϊ χαλκείω τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι κοινὸν γὰρ τὸ ἐξεναριξεν ⁑
Comments on 6.31
msA 6.13: ναῖε δὲ Σατνιόεντος ὅτι Ζηνόδοτος γράφει ὃς ναῖε Σατνιόεντος ὁ Ἔλατος . κακόφωνον δὲ γίνεται ⁑
Comments on 6.34
msA 6.14: φεύγοντ’ εὐρύπυλος δὲ: καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι φεύγοντ’ Εὐρυπυλος δὲ ἐπι δὲ τῶν τοιούτων νοείσθω: ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν ⁑
Comments on 6.36
msA 6.15: Πήδασον αἱπεινην Φύλακον δ’ ἕλε Λήϊτος ἥρως Ἀχιλλεὺς ὑπο τὸν Τρωϊκον πόλεμον πορθῶν τὰς περιοίκους της Ἰλιου πόλεις. ἀφίκετο ἐις τὴν πάλαι Μονηνίαν : νῦν δὲ Πήδασον καλουμ καὶ αὐτην σὺν ταῖς ἄλλαις ἑλεῖν. τα πεινοῦντος δὲ αὐτοῦ την εἰς τὸ τελος πολιορκίαν δια τὴν ὀχυρότητα τοῦ τόπου μέλλοντος ἀναχωρεῖν. φασὶν εἴσω τῶν τειχων οὖσαν τινὰ παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλεως καὶ λαβοῦσαν μῆλον ἐις τοῦτο ἐπιγράψαι. καὶ ῥίψαι εἰς μέσον των Ἀχαιων ἦν δὲ ἐν αὐτῳ γεγραμμένον: μὴ σπεὺδ’ Ἀχιλεῦ πρὶν Μονηνιαν ἑλ ὕδωρ γαρ οὐκ ἔνεστι διψῶσι κακῶς . τὸν δὲ Ἀχιλλ ἐπιμείναντα οὕτω λαβεῖν την π τῆ τοῦ ὕδατος σπάνῃ η ϊστορία παρὰ Δημητρίω καὶ Ἠσιόδω ⁑
Comments on 6.35
msA 6.16: ὄζω ἐνι βλαφθέντε μυρικίνω ἄγκυλον ἅρμα ἀναγκαῖαι διαστ ἐπι το πεδίοιο μυρικίνῳ, ῥυμῷ πρὸς π ἵν ἦ σαφέστερον ⁑
Comments on 6.39
msA 6.17: ὄζω ἐνι βλαφθεν οὐκ αναγκαῖον ἀναστρέφειν: δύναται γὰρ πρὸς τῷ μυρικίνῳ συντάσσεσθαι ⁑
Comments on 6.39
msA 6.18: πρὸς π ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβεόντο ὅτι ἀντι του ἔφευγον: ἐπι τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθῃσιν. τὸ δὲ ἀτυζόμενοι: παρὰ τὸ ἄτῶ ἄττω ἀττύω καὶ ἀττύζω Αἰολικῶς ⁑
Comments on 6.41
Scholia group: msAint
msAint 6.164: οτι πρώτῳ αντι τοῦ ἄκρω καὶ οτι εἰς ῥυμός ⁑
Comments on 6.40
msAint 6.165: προς τὸν ἀναδιπλασιασμὸν οτι ὡς λελάχωσι αντι τοῦ πύθοιτο ⁑
Comments on 6.50
Scholia group: msAim
msAim 6.210: οἱ μεν Ἀρετάονα ἐξεδέξαντο οἱ δὲ ὰρ εῖτα Ἐτάωνα
Comments on 6.31
msAim 6.211: οτι ἐλλειπ ἡ δία καὶ ίππῳ δυϊκῶς ὡς επι ξυνωριδ εφη ⁑
Comments on 6.37
Scholia group: msAil
msAil 6.283: ἡ βαρβαρέη
Comments on 6.26
msAil 6.A4: ε
Comments on 6.40
previous | next |
---|---|
msA 80v | msA 81v |