Venetus A (Marciana 454 = 822), folio 82, recto
previous | next |
---|---|
msA 81v | msA 82v |
Iliad text (26 lines)
Iliad 6.76: Πριαμ΄ίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος:
Commented on by msA 6.22
Iliad 6.77: Αἰνεία τὲ καὶ Ἕκτορ : ἐπεὶ πόνος ὕμμι μάλιστα
Commented on by msAim 6.219
Iliad 6.78: Τρώων καὶ Λυκίων ἐγκέκλιται. οὕνεκ’ ἄριστοι
Iliad 6.79: πᾶσαν ἐπ’ ἰ̈θὺν, ἐστὲ μάχεσθαί τε φρονέειν τε:
Commented on by msAim 6.220
Iliad 6.80: στῆτ’ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε προ πυλάων
Commented on by msAil 6.A6
Iliad 6.81: πάντῃ ἐποιχόμενοι: πρὶν αῦτ’ ἐν χερσὶ γυναικῶν
Iliad 6.82: φεύγοντας πεσέειν: δηΐοισι δὲ χάρμα γενέσθαι:
Iliad 6.83: αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας:
Iliad 6.84: ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ’ αὖθι μένοντες
Iliad 6.85: καὶ μάλα τειρόμενοί περ ἀναγκαίη γὰρ ἐπείγει:
Iliad 6.86: Ἕκτορ : ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο. εἰπὲ δ’ ἔπειτα
Iliad 6.87: μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιὰς
Commented on by msAint 6.167
Iliad 6.88: νηὸν Ἀθηναίης γλαυκώπιδος. ἐν πόλει ἄκρῃ:
Commented on by msA 6.25
Iliad 6.89: οἴξασα κληῗδι θύρας: ἱ̈εροῖο δόμοιο,
Iliad 6.90: πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
Commented on by msA 6.27
Iliad 6.91: εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ.
Iliad 6.92: θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο:
Commented on by msA 6.28
Iliad 6.93: καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
Iliad 6.94: ήνῑς ἠκέστας ἱερευσέμεν: αἴ κ’ ἐλεήσῃ
Iliad 6.95: ἄστύ τε, καὶ Τρώων ἀλόχους. καὶ νήπια τέκνα:
Iliad 6.96: αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰ̈λίου ϊρῆς
Commented on by msAint 6.169, msAim 6.221
Iliad 6.97: ἄγριον αἰχμητὴν, κρατερὸν μήστωρα φόβοιο:
Commented on by msA 6.29, msAim 6.222
Iliad 6.98: ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημὶ γενέσθαι:
Iliad 6.99: οὐδ’ Ἀχιλῆά ποθ’ ὧδέ γ’ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν
Iliad 6.100: ὅν περ φᾱσὶ θεᾶς ἐξέμμεναι. ἀλλ’ ὅδε λίην
Iliad 6.101: μαίνεται: οὐδέ τι,ς οἱ, δύναται μένος ἰ̈σοφαρίζειν:
Other texts (5 passages)
Scholia group: msAint
msAint 6.167: οτι χρόνος ἐνήλλακται ἀντι τοῦ συναγαγοῦσ
Comments on 6.87
msAint 6.168: ουτω συναπτεον τὸ ἡ δὲ ξυνάγουσα γεραιας τῶ νηον Ἀθηναίης λιπούσης γὰρ της εἰς προθέσεως καὶ του καί συνδεσμμου γινεται ὁ λογος ἡ δε ξυνάγουσα ταῖς γερηαιὰς εις τον τῆς Αθηνᾶς ναὸν καὶ ανοιξασα τάς θυρας: ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι ἡ φρα σόλοικος ⁑
Comments on 6.87-6.89
msAint 6.169: Ἀρισταρχος ὥς κεν Τυδέος
Comments on 6.96
Scholia group: msAim
msAim 6.219: οτι τὸν κατα τὸν πὸλεμον ἔργον πόνον εἴρηκεν πάλιν ⁑
Comments on 6.77
Scholia group: msAil
msAil 6.A6: ε
Comments on 6.80
previous | next |
---|---|
msA 81v | msA 82v |